Ancient Greek
162.3
Paulus, Epitomae Medicae Libri Septem 162.3
Unproofread scanNot analysed yet
ια Περὶ μνήμης ἀπωλείας καὶ λογισμοῦ καὶ κάρου καὶ μωρώσεως. 1 Ἡ τῆς μνήμης ἀπώλεια πῇ μὲν καθ’ ἑαυτὴν συμβαίνει, πῇ δὲ καὶ μετὰ τινος βλάβης τοῦ λογισμοῦ, καθάπερ καὶ ἡ τοῦ λογισμοῦ βλάβη καθ’ αὐτὴν πρότερον συμβαίνει, κἄπειτα ἐπακολουθεῖ ἢ τῆς μνήμης· ἀμφοτέρων δὲ πεπονθότων ἢ καλουμένη συνίσταται μωρώσις. αἰτίαν δὲ σχῆσιν καὶ νῦν τὴν εὐστάζαν δυσκρασίαν· ἀλλ’ εἰ μὲν ὑγρὰ μόνον εἴη, τῆς τε μνήμης καὶ τοῦ λογισμοῦ κάκως οἶσει νωθρότητάς τε καὶ καταφορὰς καὶ ὕπνους μακροὺς καὶ βαθεῖς· εἰ δὲ μετὰ ψυχρότητος, κάρους τε καὶ ληθάργους. ὡσαύτως δὲ καὶ ἢ ξηρότης μόνη μὲν ἀγρυπνίας ἐπάγει, μετὰ δὲ θερμότητος παραφροσύνας τε καὶ φρενίτιδας. συνίστανται δὲ αὐταὶ αἱ δυσκρασίαι ποτὲ μὲν κατὰ τοὺς χυμοὺς, ποτὲ δὲ κατὰ τὰς τοῦ ἐγκεφάλου κοιλίας ἢ κατὰ τὰ ἐν αὐτῷ ἄγγεια ἤγουιν κατὰ τὴν παρεσπαρμένην ὑγρότητα ἢ κατ’ αὐτὸ τὸ τοῦ ἐγκεφάλου σῶμα ἢ καὶ τῶν κροταφίτων μυῶν τι τοιούτον παθόντων. εἰ δὲ ποὺ συνεπιμιχθῶσιν ἑαυτοῖς οἱ χυμοί, καὶ τὸ πάθος τοιούτον οἴσους· πό-