Ancient Greek
166.8
Paulus, Epitomae Medicae Libri Septem 166.8
Unproofread scanNot analysed yet
τῆς κεχρονισμένης παραδώσομεν. χρή τοίνυν τοὺς πάσχοντας ἐν ὑδροποσίᾳ μὲν μακρᾷ συνέχειν, ἐγχειροῦντας δὲ τῇ θεραπείᾳ φλεβο- ἡμέρας πάλιν διδόναι τῆς ἀντιδότου ῥ· εἶτα πταρμικοῖς χρήσθαι καὶ 1μετὰ ἑ ἡ ἱ ἡμέρας καστορίου διδόναι ἐν μελικράτῳ· καὶ διαστήσαντα πάλιν κλύζειν τῷ διὰ κενταυρίου καὶ κολοκυνθίδος· εἶτα τὴν ἱερὰν αὐθις διδόναι καὶ ἐφεξῆς ἀποφλεγματικοῖς χρήσθαι καὶ ἐρρίνοις. εἶτα τῷ 5συναπτιμῷ κατὰ τῆς κεφαλῆς· δεῖ δὲ καὶ δριμυφαγίαις ἐν καιρῷ χρήσθαι. ὠφελεῖ δὲ τούτους καὶ ὀξὺ μέλι τὸ σκιλλητικὸν καθ’ ἡμέραν πινόμενον καὶ τὸ μέλι, ἐν ᾧ σκύλλα συνετάκη, ὅσον κοχλιάριον. δίαιτα δὲ τούτοις ἀρμόζει τμητικὴ καὶ λεπτόνους καὶ ἡ κάππαρις συνεχῶς ἐσθι- 10ομένη καὶ τάρυχος· ἀπεχέσθωσαν δὲ κρεῶν τε καὶ ὀσπρίων καὶ οἴνου πλείονος ἀφροδισίων τε πλείονων καὶ βαλανείων καὶ νάπυος καὶ τοῦ πίνειν εὐθὺς μετὰ λουτρῶν, καὶ μάλιστα ἄκρατον οἶνον· κεχρήσθωσαν δὲ γυμνασίαις καὶ τρίψεσιν ὑστάτην τῶν ὅλων μορίων ἀνατριβόμενοι τὴν κεφαλήν.