Ancient Greek
167.2
Paulus, Epitomae Medicae Libri Septem 167.2
Unproofread scanNot analysed yet
Περὶ τῶν ἀπὸ στομάχου. Εἰ δὲ πρωτοπαθόντος τοῦ στομάχου γίγνοιτο τὸ πάθος, εὐπεμίας 15προνοοῦντα τὸν πάσχοντα δεῖ περὶ τρίτην ὥραν ἄρτον ἐπιμελῶς ἐσκευασμένον προσφέρεσθαι ἐξ οἴνου κεκραμένου τῶν ἥρεμα στυφόντων καὶ λευκῶν. δίδου δὲ τούτοις τοῦ δι’ ἁλὸς φαρμάκου δις πού καὶ τρίς ἐφ’ ἑκάστου ἔτους. οἶδα δὲ ποτε παιδίον, φησὶν ὁ Γαληνός, οὐδ’ ὅλως 20ἐπιληφθέν, ἐξ οὗ τῆς ρίζης τῆς γλυκυσίδος ἐφόρει (λέγει δὲ τὴν παιωνίαν) μέγα καὶ πρόσφατον ἐξαπώμενον τῷ τραχήλῳ. καὶ τὸ ἀταρικὸν δὲ τοὺς ἐπιληπτικοὺς ὀνίνησι σέσελί τε καὶ τοῦ σπονδυλίου ὁ καρπὸς καὶ ἡ ρίζα καὶ ἀριστολοχία στρογγύλη μεθ’ ὕδατος πινομένη· βοηθεῖ δὲ μεγάλως τούτοις καὶ ἡ ἀπόσχασις τῶν σκελῶν συνεχῶς γινομένη.