Ancient Greek
167.4
Paulus, Epitomae Medicae Libri Septem 167.4
Unproofread scanNot analysed yet
Περὶ τῶν ἀπὸ τινος μορίου. Μέλλοντος μὲν γίνεσθαι τοῦ συμπτώματος, ἐπειδὰν αἰσθωνται τοῦ 25μορίου, ἐὰν ἢ πούς ἢ χεῖρ, δεῖ βρόχῳ τὸ ὑπερκείμενον ἰσχυρῶς ἀπολαμβάνειν, ἐν δὲ ταῖς ἀνέσεσιν ἀποθεραπεύειν τῶν καυστικῶν τι φαρμάκων τῷ μορίῳ προσφέροντας, οἷόν ἐστι τὸ λεπίδιον ἢ τὰ διὰ κανθαρίδος καὶ τὰ παραπλήσια. καὶ τὸ Ἰουλιάνιον δὲ ὀξὺ μέλι τοὺς ἐπιληπτι- 30κοὺς μεγάλως ὀνίνησι κατὰ μέρος ἐκμοχλεύον τὴν ὕλην. μετὰ δὲ πάντα τὰ λεχθέντα καὶ θηριακὴ καὶ τὰ αὐτοφυὴ τῶν λουτρῶν χῶραν ἔχουσι.