Ancient Greek
17.4
Paulus, Epitomae Medicae Libri Septem 17.4
Unproofread scanNot analysed yet
ἀρξώμεθα οὖν ἤδη τοῦ πρώτου γράμματος. Πρῶτον τῆς ὅλης πραγματείας ὑπάρχει τὸ παρὸν βιβλίον, ἐν ᾧ πάσαν τὴν ὑγιεινὴν διήθομεν ὑποτύπωσιν, ὡς ἤδη τε λέλεκται κατὰ τὸ προοίμιον καὶ αὐθὶς ῥηθήσεται κατὰ τὰ κεφάλαια, τοσοῦτον μόνον προειπόντων ἡμῶν, ὡς ἐν τε τῷ πρώτῳ καὶ δευτέρῳ γράμματι τὰ πλεῖστα ἐκ τῶν Ὀριβασίου μετηγάγομεν· οὐ γὰρ οἰκεῖαν βουλόμεθα πραγματεύεσθαι δόξαν ἀλλ' ἐξ ἀπάντων ἔχειν τὸ χρήσιμον· ἐν δὲ τοῖς λοιποῖς πέντε βιβλίοις ἐλάχιστα μόνον ἐκ τῶν ἐκείνου τέτακται.