Ancient Greek
170.1
Paulus, Epitomae Medicae Libri Septem 170.1
Unproofread scanNot analysed yet
καὶ ἱρὶν καὶ λιβανωτῖδα· ἐμβάλλειν εἰς τὸ καταπλάσμα. ἐὰν δὲ ἐπὶ πολὺ προσκεῖσθαι ταῦτα καὶ δι’ ἡμέρας καὶ ἐδηδοκότι καὶ ἀσίτῳ· ὅταν δὲ ἀφέλης, ἄλλο τι σκέπασμα ἐπίβαλλε ἢ ἕριον πλατύ. καὶ σικύαις δὲ χρῆσθαι πρὸς μὲν τὰ πνεύματα κούφαις, πρὸς δὲ τοὺς πόνους καὶ τὰς φλεγμονὰς ἀποσχάζων. προσέχοντας δὲ τῇ θεραπείᾳ μηδὲ τοῦ νάπυος ἐπιλανθάνεσθαι, χρῆσθαι δὲ καὶ τοῖς δριμέει σμήγμασι καὶ δρώπαξι κατὰ τε μεταφρένου καὶ τῆς γαστρός. ἐπὶ δὲ τῶν κεχρονισμένων κράτιστον βοήθημα καὶ ἡ διὰ τοῦ ἐλλεβόρου δι’ ἐμέτων κάθαρσις. δίαιτα δὲ πᾶσι τοῖς μελαγχολικοῖς εὐχὺμος ἀρμόσει καὶ μετρίως ὑγραίνουσα φυλαττομένων αὐτῶν κρέα τε βόεια καὶ ἐλάφεια καὶ φακὴν καὶ κράμβας καὶ κοχλίας οἴνους τε παχεῖς καὶ μέλανας, καὶ ἀπλῶς ὅσα τὴν μέλαιναν χολὴν γεννᾷ.