Ancient Greek
170.2
Paulus, Epitomae Medicae Libri Septem 170.2
Unproofread scanNot analysed yet
Θεραπεία μανίας. Καὶ τοὺς μαινομένους παραπλησίως τοῖς μελαγχολίαι θεραπεύσομεν· ἰδίως δὲ τῇ κεφαλῇ τούτων ῥόδιόν τε καὶ ὀξυρόδιον προσοίσομεν, καὶ διὰ τῆς πικρᾶς ἀντιδότου καθάρμωμεν προσφλεβοτομήσαντες αὐτοὺς καὶ βδέλλαις κατὰ τῆς κεφαλῆς χρησώμεθα. μάλιστα δὲ αὐτοὺς ὠφελεῖ ἱππομαράθου ῥίζα καὶ τὸ σπέρμα πινόμενον ἐν ὕδατι καὶ βρυωνίας ῥίζης <ἀ μεθ’ ὕδατος καθ’ ἡμέραν. εἰ δὲ μὴ πείθoinτο τὰ καθαρτικὰ φάρμακα πίνειν οἱ παραφρονούντες, καταμικτέον αὐτὰ λεληθότως ὅτε μὲν τοῖς ἐδέσμασι αὐτῶν, οἷον βουκελλίοις ἢ ἰχθᾶσιν ἢ φοίνιξιν, ὅτε δὲ τοῖς πόμασι. πρὸ δὲ γε πάντων ἢ συνδεσμεύσωσαν ἐν τῇ κλίνῃ διὰ τὸ μὴ κακὸν τι δράν αὐτοὺς τε καὶ τοὺς προστρυχάνοντας ἢ αἰωρεῖσθωσαν ἐν κλινιδίῳ ἐνδοθεν γυργάθου τινὸς ἐξ ὕμους ἀπηρτημένῳ.