Ancient Greek
171.1
Paulus, Epitomae Medicae Libri Septem 171.1
Unproofread scanNot analysed yet
ἴσως ἀπὸ τοῦ πνίγειν. συνίσταται δὲ περὶ τοὺς κραπαλῶντας καὶ συνεχῶς ἀπεπτοῦντας· τοῖς δὲ ἐν αὐτῷ γενομένοις παρακολουθεῖ δυσκινησία καὶ ναρκώδης συναίσθησις, παρὰ τοὺς ὕπνους πνιγμοῦ φαντασία καὶ κατάληψις ὡς ἐπιπεσόντος τινὸς μετὰ τοῦ ἀδυνατεῖν προσεκβοᾶν ἢ φωνεῖν ἀσημάντως· ἔνιοι δὲ φαντασιοῦνται καὶ ἀκούειν πολλάκις τοῦ ἐπιπεσόντος καὶ ἀφροδισίων αὐτὸν ὀρέγεσθαι, φεύγειν δὲ τῶν δακτύλων συναχθέντων. φυλακτέον οὖν τὸ δεινὸν ἀρχόμενον· χρονίῃσας γὰρ καὶ συνεχῶς νυκτὸς ἐπιπίπτων νόσημά τι τῶν μεγάλων, ἀποπληξίαν ἢ μανίαν ἢ ἐπιληψίαν, ἀγγέλλει, ὅταν ἐπὶ τὴν κεφαλὴν φέρηται ἡ αἰτία· ὅσα γὰρ οἱ ἐπιληπτικοὶ καθ’ ἡμέραν, ταῦτα οἱ ἐφιαλτικοὶ πᾶσχοσι κοιμώμενοι. χρῆ οὖν τέμνοντα φλέβα καὶ καθάρσεις παραλαμβάνοντα κενοῦν τὸ ὅλον σῶμα τοῦ πάσχοντος. μάλιστα δὲ βοηθεῖ τοῦτοis ὁ μέλας ἐλλέβορος, <ἀ εἰ που σκαμμυνίας μίγχοις ὀβολοὺς ῾γ καὶ τινα τῶν εὐωδῶν, ἄνικον, δαῦκον, πετροσέλινον· καὶ ἡ διὰ τῆς Σικυωνίας δὲ ἱερὰ μεγάλως βοηθεῖ· ἔστι δὲ ἡ Ῥούφου. ἡ δὲ δίαιτα ἔστω λεπτή, καὶ τὰ φυσώδη φυλάττεσθαι δεῖ· βοηθεῖ δὲ αὐτοῖς καὶ ὁ τῆς παιωνίας καρπός, κόκκους δὲ πεντεκαῖδεκα τοὺς μέλανας τρίψας μεθ’ ὕδατος πίνειν δίδου συνεχῶς.