Ancient Greek
171.2
Paulus, Epitomae Medicae Libri Septem 171.2
Unproofread scanNot analysed yet
15’. Περὶ λυκάονος ἢ λυκανθρώπου. Οἱ τῇ λυκανθρωπίᾳ κατεχόμενοι νυκτὸς ἐξίαισι τὰ πάντα λύκους μιμούμενοι καὶ μέχρις ἡμέρας περὶ τὰ μνήματα διατρίβουσι. γνωριεῖς δὲ τὸν οὕτω πάσχοντα διὰ τῶνδε· ὠχροὶ τυγχάνουσι καὶ ὀρώσιιν ἄδρανές καὶ ξηροὺς τοὺς ὀφθαλμοὺς ἔχουσι καὶ τὴν γλῶσσαν ξηροτάτην, καὶ σῆλον οὐδ’ ὅλως προχωροῦν αὐτοῖς· εἰσὶ δὲ καὶ διψώδεις, καὶ τὰς κνήμας διὰ τὸ πολλάκις προσπταίειν ἀνιάτως ἠλκωμένας ἴχουσιιν. τοιαῦτα μὲν τὰ γνωρίσματα· γινώσκειν δὲ χρῆ εἶδος μελαγχολίας εἶναι τὴν λυκανθρωπίαν, ἣν θεραπεύσεις κατὰ τὸν χρόνον τῆς ἐπισημασίας