Ancient Greek
172.1
Paulus, Epitomae Medicae Libri Septem 172.1
Unproofread scanNot analysed yet
τέμνων φλέβα καὶ κενῶν τοῦ αἵματος ἄχρι λειποθυμίας καὶ διαιτῶν τὸν κάμνοντα ταῖς εὐχύμοις τροφαῖς· κεχρήθω δὲ τοῖς λουτροῖς γλυκέσιν. εἶτα ὄρῳ γάλακτος χρησάμενος ἐπὶ τρεῖς ἡμέρας κάθαιρε τῇ διὰ τῆς κολοκυθίδος ἱερᾷ· καὶ δεύτερον καὶ τρίτον· μετὰ δὲ τὰς καθάρσεις καὶ τῇ διὰ τῶν ἐχιδνῶν θηριακῇ χρήσῃ καὶ τὰ ἄλλα παραλήψῃ, ὅσα ἐπὶ τῆς μελαγχολίας εἴρηται. ἐπερχομένης δὲ ἤδη τῆς νόσου τοῖς ὑπνοποιεῖν εἰωθόσιν ἐπιβρέψαι χρήσῃ· καὶ ὅπιῳ δὲ χρύσον τοὺς μυκτήρας εἰς ὕπνον τρεπομένους.