Ancient Greek
172.2
Paulus, Epitomae Medicae Libri Septem 172.2
Unproofread scanNot analysed yet
ιζ'. Περὶ τῶν ἐρῶντων. Τοῖς κατὰ τὸν ἐγκέφαλον πάθεσι τοὺς ἐρωτᾶς προσάπτειν οὐδὲν ἄτοπον φροντίδας τινὰς ὄντας· ἡ δὲ φροντίς πάθος ἐστὶ τῆς ψυχῆς ἐν κινήσει κοπώδει καθισταμένου τοῦ λογισμοῦ. παρακολουθεῖ δὲ τοῖς ἐρωταῖς τάδε· ὀφθαλμοὶ κοιλοὶ, καὶ οὐ δακρύουσι, φαινόμενοι δὲ ὡς ἂν ἡδονῆς πεπληρωμένοι εἰσίν, κινεῖται δὲ αὐτοὶ καὶ τὰ βλέφαρα θαμινά, τῶν τε ἄλλων τοῦ σώματος μερῶν οὐ συμπίπτωσιν μόνοι οὗτοι τοῖς ἐρωταῖς συμπίπτουσι. σφυγμὸς δὲ τῶν ἐρῶντων ἴδιος οὐδεὶς ἐστίν, ὡς τινες ὑπέθηκαν, ἀλλ' ὁποῖος ὁ τῶν φροντιζόντων· ὅποτε δὲ εἰς ὑπόμνησιν ἐλθοιεν τοῦ ἐρωμένου ἤτοι δι' ἀκοῆς ἢ ὁράσεως, καὶ μάλιστα ἐξαίφνης, τότε συμβαίνει τοὺς σφυγμοὺς θορυβουμένης τῆς ψυχῆς ἀλλοιοῦσθαι μήτε τὴν κατὰ φύσιν ὁμαλότητα μήτε τὴν τάξιν ἀποσώζοντας. τούτους μὲν οὖν δυσθυμουμένους καὶ ἀγρυπνοῦντας ἀγνοοῦντες τινες τὴν διάθεσιν ἀλουσίας τε καὶ ἡσυχίας καὶ λεπτῇ διαίτῃ κατέτηκον· ἐφ' ὧν ἐξευρόντες οἱ σοφώτεροι τὸν ἐρωτᾶ ἐπὶ τε λουτρὰ καὶ οἰνοποσίαν αἰωρήσεις τε καὶ θέαματα καὶ ἀκούσματα τὴν διάνοιαν ἀπάγουσιν. ἐνίοις δὲ καὶ φόβον ἐπαρτᾶν δεῖ· οἱ γὰρ σχολάζοντες ἀεὶ τῷ ἐρωτῷ δυσκέριπτον ἔχουσι τὸ πάθος. χρή οὖν καὶ φιλονεικίας πρὸς τινὰς ἐπεγείρειν κατὰ τὰς ὑποθέσεις, ὧν προήρηνται βίων ἕκαστοι, καὶ τὸ ὅλον ἐφ' ἑτέρας μεταγείρειν φροντίδας τὸν λογισμόν.