Ancient Greek
173.1
Paulus, Epitomae Medicae Libri Septem 173.1
Unproofread scanNot analysed yet
η’. Περί ἀποπληξίας καὶ ἡμιπληγίας ἤτοι παραλύσεως. Τῆς μὲν κοινῆς ἀρχῆς τῶν νεύρων παθούσης κάκ τοῦδε πάντων 1 τῶν κατὰ τὸ σῶμα μορίων ἀπολεσάντων τὴν τε κίνησιν ἅμα καὶ τὴν αἴσθησιν ἀποπληξία τὸ πάθος καλεῖται μετὰ τοῦ καὶ τὰς ἡγεμονικὰς ἐνεργείας βεβλάφθαι· εἰ δὲ κατὰ θάτερον μέρος ἡ ἔμφραξις γένηται, 5 ἡμιπληγία καὶ παράλυσις ὀνομάζεται. εἰ δὲ καθ’ ἕν τι μόριον ἢ τοιαύτη συσταίη βλάβη, ἐκείνου τοῦ μορίου τὸ πάθος λεχθήσεται· φησί γοῦν Ἱπποκράτης „ἀπόπληκτον αὐτῷ τὸ σκέλος ἐγένετο. “σώζεται οὖν ἐπὶ τῶν ἀποπληκτῶν βραχεῖά τις ἀναπνοή, ἥτις, εἰ μὲν ἐπὶ πολὺ τῆς κατὰ φύσιν ἐνεργείας ἔκτραπεῖν, μεγίστην οἴσει τὴν διάθεσιν, εἰ δ’ ἐπ’ 10 ὀλίγον, βραχεῖαν· χειρίστη δέ ἐστιν, ὅταν διαλιμπάνῃ ἢ καὶ μετὰ βίας μεγάλης προσγίνηται. συνίσταται δὲ τὸ πάθος ἀθρόως ψυχροῦ πληροῦντος φλέγματος τὰς κυριωτάτας τοῦ ἐγκεφάλου κοιλίας· εἰ δὲ ποτε ἢ τοῦ νωτιαίου ἀρχὴ ἅπασι τοῖς τοιούτοι πάθοι, τὰ κάτω πάντα τοῦ προσώπου παραλυθῆσονται, αὐτοῦ δὲ ἀπαθοῦς μένοντος, διότι τὴν 15 αἴσθησιν καὶ τὴν κίνησιν τὰ ἐνθάδε ἀπ’ ἐγκεφάλου δέχεται· εἰ δὲ κατὰ τοῦ ἡμίσεως, παραπληγία συνίσταται ἐκείνων τῶν μερῶν. εἰ δὲ ἡ ἀσφησις πάθοι, ἤτοι τῶν ἐμπροσθίων κοιλιῶν τοῦ ἐγκεφάλου δυσκρασίαν ἀναδεξαμένων ἢ τῶν ἐν τοῖς ἡθμοειδέσιν ὀστοῖς πόρων φραχθέντων τὸ τοιοῦτον ἔσται. οἱ τοίνυν ἀπόπληκτοι κεῖνται ἀναυδοὶ ἀκίνητοί τε 20 καὶ ἀναίσθητοι ἄνευ πυρετοῦ. προηγείται δὲ τοῦ πάθους κέφαλης ἀθρόον καὶ ὀξὺ ἄλγημα καὶ τῶν σφαγίτιδων φλεβῶν ἔπαρμα καὶ σκοτοδινία τῶν τε ὀφθαλμῶν μαρμαρυγαὶ καὶ ψῦξις ἄλογος τῶν ἄκρων παλμοὶ τε τοῦ σώματος ὅλου καὶ δυσκινησία καὶ ὀδόντων τρισμοὶ ἐν τῷ καθεύδειν, οὐροῦσί τε οἷον ἰῶδη καὶ μέλανα ὀλίγα καὶ κριμνώδη τινὰ ἔχοντα 25 ὑπόστασιν. συμβαίνει δὲ τὸ πάθος περὶ τὴν πρεσβυτικὴν ἡλικίαν ταῖς φλεγματικωτέραις κράσεσι καὶ διαίτῃ τοιαύτῃ· εἰ δὲ ποῦ ἐν νεότητι καὶ θέρους ὥρα συστη, μεγάλην δηλοῖ τὴν ἀνάγκην.