Ancient Greek
176.8
Paulus, Epitomae Medicae Libri Septem 176.8
Unproofread scanNot analysed yet
καὶ ὀλιγοποσία καὶ τρίψις ἀρμόσει· ξηροφαγεῖτωσαν γοῦν ἀνεχόμενοι τῆς δίψης, ἐφ' ὅσον ἐγχωρεῖ. δάκνοντα, οἷον ἄλμην ἢ κολοκυνθίδος ἢ τι τῶν ὁμοίων ἀφέψημα· οὐδὲν γὰρ οὕτως ὠφελεῖ τὰς κινήσεις, ὡς ἡ ποικίλη μόχλευσις. εἰ δὲ ἀντίληψις εἴη ψύξεως, καὶ δι’ εὐφορβίου ἀκόπου ἐλαίῳ ἀνεθέντος ἐνιέσθω. τὰ δὲ κύλα παρεθέντα μετὰ τῆς κοινῆς ἐπιμελείας καμπτέσθω καὶ τριβέσθω καὶ ἐκτεινέσθω κατὰ τὸν εἰρημένον τρόπον· τὸ γὰρ πλεῖστον τῆς ἐλπίδος ἡ τρίψις ἐστιν.