Ancient Greek
178.2
Paulus, Epitomae Medicae Libri Septem 178.2
Unproofread scanNot analysed yet
6 Περὶ τῆς ἐπὶ κωλικῷ νοσήματι γινομένης παρέσεως. Κατὰ τοὺς ἡμετέρους χρόνους κωλικὴ τις ὤχλησε νόσος, ἐφ’ ἧ καὶ μάλιστα τοῖς σωθήσεσθαι μέλλουσιν ἀκινησία μὲν παντελῆς ἀκολουθεῖ τῶν κώλων, ἡ δὲ τῆς ἀφῆς αἴσθησις ἀβλαβῆς διαφυλάττεται, ὡς ἔοικεν, οἷον κριτικὴς τινος ἐκ τοῦ βάθους μεταστάσεως γινομένης, ὅθεν αὐτομάτως ἐπανῆλθεν τοῖς πολλοῖς ἡ κίνησις ἐν χρόνῳ. τοὺς δὲ γε δυσιατούντας καὶ τὰ ἀπλούστερα τῶν λεχθέντων ἰάσατο συγχρισμῶν· ἐξαίρετα δὲ τούτοις ἠρέθη τὸ τε διὰ τῆς αἰγείρου καὶ τὸ διὰ τῆς ἐλάτης ἀκοπον, πολλοὺς δὲ καὶ τὰ τονοῦντα καὶ μετρίως ὑποψύχοντα μετ᾿ ἄλως ὤνησεν.