Ancient Greek
178.4
Paulus, Epitomae Medicae Libri Septem 178.4
Unproofread scanNot analysed yet
10 Περὶ σπασμῶν. Τῷ περὶ παραλύσεως ὁ περὶ σπασμῶν ἀκολουθεῖ λόγος, ὅτι νεύρων εἰσὶν ἀμφότερα πάθη· διὸ καὶ περὶ τρόμων ἐξῆς εἰρήσεται. ὅταν μὲν οὖν εὐθὺς ἐξ ἀρχῆς ἢ οὐ μετὰ πολὺ τῆς ἀρχῆς τοῦ νοσήματος ἀρξάμενοι γίνεσθαι σπασμοὶ διαμένωσιν, ὑπὸ πληρώσεως ἴσχει τὴν γένεσιν. ὅταν δὲ μεθ’ ἰδρώτας πολλοὺς ἢ ἐμέτους ἢ διαχωρήσεις ἢ αἱμορραγίας ἢ ἀγρυπνίας ἢ λιμῶν ἢ κινήσεις πολλὰς καὶ σφοδράς, ἐπὶ κενώσεσιν ἔπονται. καὶ ὅταν τινὶ τῶν ὑφαινομένων ἐξαίφνης σπασθῇναι συμβῇ, ἀναγκαῖον ἐπὶ πληρώσει γεγεννᾶσθαι. εἰ δὲ ἐκ πυρετῶν διακαῶν ἐπρανθεῖ τὸ ὅλον σῶμα καὶ τὰ νεῦρα, κάπεται διὰ τὴν ξηρότητα σπασθεῖ, μέγιστον δὴ τοῦτο κακὸν ἐστὶν καὶ σχεδὸν ἀνίατον. τὸ μὲν οὖν πρῶτον διακρατεῖν δεῖ τὰ συνελκόμενα πειθησίως καὶ ταῖς ἀτάκτοις ἀντιβαίνειν κινήσεσιν, ἀνατριπτόν τε ἐλαίῳ διὰ πηγάνου ἢ Σικυωνίῳ ἢ παλαιῷ ἢ τινὶ τῶν τοιούτων καὶ προποτιστέον μελικράτῳ. καὶ τοὺς μὲν ἐπὶ κενώσει σπωμένους ἐλαίῳ τε ἢ ὑδρελαίῳ θερμῷ κατανηλητέον, μηδενὸς δὲ κωλυόντος καὶ εἰς λουτρὸν ἀπάξομεν εὐκράτῳ τε τῇ ἐμβάσει