Ancient Greek
181.4
Paulus, Epitomae Medicae Libri Septem 181.4
Unproofread scanNot analysed yet
κα’. Περὶ τρόμων. ’Ο τρόμος καθόλου μὲν διὰ τὴν τῶν νεύρων ἀσθένειαν γίνεται· τοῦτο δὲ μαρτυρεῖ ἡ γεροντικὴ ἡλικία. κατὰ μέρος δὲ πλείους αἰτίαι τούτον ἐργάζονται· καὶ γὰρ διὰ ψυχρὰν δυσκρασίαν καὶ διὰ ψυχροῦ πόσιν ὕδατος, καὶ μάλιστα ἐν πυρετοῖς ἀκαίρως παραληφθέντος, ἐπὶ τε διὰ ψυχρῶν καὶ γλίσχρων χυμῶν περιουσίαν καὶ διὰ χρῆσιν οἴνου πλείονα. τοῖς μὲν οὖν ἐξ ἀμαρτημάτων προφανῶν τρέμουσιν ἀποχὴ τῶν βλαμάντων ἔστω· ἐπιμένουτος δὲ καὶ πάλιν τοῦ τρόμου κατὰ τοὺς