Ancient Greek
182.1
Paulus, Epitomae Medicae Libri Septem 182.1
Unproofread scanNot analysed yet
πυρετοὺς πρῶτον μὲν ἐμβρεχέσθω τὸ σῶμα πᾶν ἐλαίῳ Σαβίνῳ, ἐν δὲ ταῖς ἐνδόσει τῶν ἐπισημασιῶν παλαιῷ ἢ Σικωνίῳ· σκεπέσθω δὲ τὰ ἄκρα ἑρίοις μαλακοῖς προσαληλιμένα. εἶτα προσβλητέον σικῶς ἀπὸ τοῦ πρῶτου σπονδύλου μέχρι ῥάχεως καὶ ὀσφὺς προκαταπλασσομένων τῶν μορίων μετὰ τῶν ὑποχονδρίων ὥμῃ λύσει· σκεπέσθω δὲ καὶ ταῦτα τὰ μέρη ἑρίοις ἐκ παλαιοῦ ἐλαίου ἢ Σικωνίου. εἰ δὲ χρονίσειαν οἱ πυρετοί, ἐμβιβαστέον παρὰ μίαν εἰς ἔλαιον ἢ ὑδρέλαιον, καὶ τρίψειν ἁπαλαῖς χρηστέον. εἰ δ’ ἔτι χρονίσει ἢ διάθεσις, ψύξεως ὑπονοουμένης προποτιστέον μελικράτῳ καὶ καστορίῳ, καὶ θερμοῖς τόποις αἰωρητέον. εὐδιοίκητον δὲ τροφὴν παράσχων, τὸ μὲν πρῶτον ῥοφηματώδη, ἐς ὑστερον δὲ καὶ πτηνῶν καὶ ἰχθύων τοὺς μαλακοσάρκους. λυθέντων δὲ τῶν πυρετῶν λουετέον παραιτουμένους τὴν τε εἰς τὸ ψυχρόν ἐμβασιν καὶ οἴνου πόσιν. εἰ δὲ πλήθος εἴη παχέων καὶ γλίςχρων χυμῶν, τοὺς τέμνουσι καὶ λεπτύνουσι χρηστέον· ὧν ἐστι καὶ τόδε· πηγάνου κλυνία, σπονδυλίου ὅσον τρισί δακτύλοις, καστορίου καὶ νίτρου ἄνὰ ὀβολοὺς β· δίδου καθ’ ἡμέραν κοχλιάριον ἐν μετὰ ὀξυμέλιτος ἐφ’ ἡμέρας γ νήστι. ἢ πᾶνακος καὶ πεπέρεως κόκκους ε ποτίζειν ἐν μελικράτου κυάθῳ α. ἁπλὰ δὲ τρέμοντας προποτιζόμενα ὑφελεῖ καστόριον, λαγωοῦ ἐγκέφαλος ἐσθιόμενος, ἁλθαίας ῥίζης ἀφέψημα, δαμασωνίου φύλλων <ὃ ἐν μελικράτῳ, εὐπατόριον μεθ’ ὕδατος. ἐπικρατούσης δὲ τῆς ψύξεως καὶ τῷ Ζωσίμου συγχρίσματι καὶ τοῖς πρὸς πάρεσιν ἀναγεγραμμένοις ἀκόποις καὶ συγχρίσμασι καὶ φοινιγμοῖς χρησόμεθα καὶ γυμνασίοις τοῖς διὰ τρίψεως. καὶ τοὺς δι’ οἰνοποσίαν δὲ τρέμοντας ἀφεκτέον τοῦ οἴνου μέχρι τελείας ἀπαλλαγῆς.