Ancient Greek
192.1
Paulus, Epitomae Medicae Libri Septem 192.1
Unproofread scanNot analysed yet
ὑπερεκπίπτειν καὶ τὰ βλέφαρα, μῆλον· εἰ δὲ τυλωθείη τοῦτο, ἥλος προσαγορεύεται. εἰ μὲν οὖν ἐπ’ ὀλίγον ἄχρι μυιοκεφάλου τὰ τῆς προ-πτώσεως εἴη, ταῖς ἀποκρουστικαῖς καὶ πιλούσαις αὐτὸ χρῆστέον δυνά-μεσιν, τῷ τε Χίῳ καὶ φαιῷ καὶ ναρδίνῳ καὶ Θεοδοτίῳ τῷ τε διὰ θαλλίας καὶ τῷ διὰ κέρατος, καὶ σπογγοδετεῖν ἀθλίπτως αὐτοὺς ὀξυκράτῃ ἢ οἴνῳ στύφοντι ἢ ῥόδων ἀφεγήματι τὴν σπογγίαν βρέχοντας ἢ σπλή-νιον. ἀριστεύει δὲ κατὰ τὰς προπτώσεις καὶ τὰ ἕλκη πάντα τὸ Ὀλυμπια-κὸν ἢ Ὀλυμπος καλούμενον μετὰ χυλοῦ ἐλαίας ἢ πολυγόνου ἢ πολίου· τὰ δὲ αὐτὰ ταῦτα καὶ τοῖς ἥλοις ἀρμόζει καὶ τοῖς σταφυλώμασι, πρὶν ἢ λευκωθῆναι, λευκωθέντα δὲ ἢ τυλωθέντα τῶν ἀνιάτων ἐστίν.