Ancient Greek
192.2
Paulus, Epitomae Medicae Libri Septem 192.2
Unproofread scanNot analysed yet
Περὶ ὑποπύων. Ὑπόπυος ὁ κερατοειδὴς ἐνίοτε γίνεται ποτὲ μὲν διὰ βάθους, ποτὲ δὲ ἐπιπολῆς, ὄνυχι προεσοικότος τοῦ πύου κατὰ τὸ σχῆμα· διὸ καὶ τὸ πάθος ὄνυχα προσαγορεύουσι. σκοπὸς οὖν ἐστὶ τῆς θεραπείας ἢ δια-φορῆσαι τὸ πῦον διὰ τῶν μετρίως τοῦτο ποιούντων, οἷόν ἐστι τὸ μελίκρατον καὶ τῆς τήλεως ὁ χυλὸς καὶ τὰ δι’ αὐτοῦ κολλούρια τὸ τε Λιβάνιον καὶ τὰ διὰ λιβάνου, ἢ συρρήξαι καὶ ἀνακαθάραι διὰ τῶν ἰχυ-ροτέρων, οἷα τὰ τε διάσμυρνα καὶ τὸ ὑρείδιον. πρὸς δὲ τοὺς ἄνευ ἐλκώσεως ὑποπύους καὶ ταῦδε τῷ ὑγροκολλουρίῳ χρῆστέον· χαλκάθου, κρόκου ἄνὰ <ἡ, σμύρνης <δ, μέλιτος λι. ἄ. καὶ ἢ φλύκταινα δὲ ἐπανά-στασις οὕσα τοῦ κερατοειδοῦς ὑγροῦ τινος ὑποδείραντος κτηδόνας αὐ-τοῦ τῇ τῶν ὑποπύων ὑπάρχει θεραπεία.