Ancient Greek
198.39 to 199.2
Paulus, Epitomae Medicae Libri Septem 198.39-199.2
Unproofread scanNot analysed yet
ACDFGH: δύνανται BEKM 24 φλεβοτομοῦντάς D αἵματος] D: αἵ- Αἱ ἐκ γενετῆς στραβότητες τῶν νηπίων θεραπεύονται προσωπείου κεκομμένου M περιθέσει, ὅπως εἰς τὸ εὐθὺ βλέψωσι (σπασμῶδης γὰρ ἐστὶ τῶν κινούντων τὸν βολβὸν μυῶν διάθεσις ὁ στραβισμός), καὶ τοῦ λύχνου δὲ ἀντικρὺ τιθεμένου καὶ μὴ ἐκ πλαγίου παραφαίνοντος· καὶ ὅταν ἐπὶ πρὸς τὴν ρῖνα συννεύσωσι τοὺς ὀφθαλμοὺς, κροκῦδας φοινικῖνας παρακολλᾶν καὶ τοῖς πρὸς τοὺς κροτάφους κανθοῖς, ὅπως πρὸς ταύτας ἀτενίζοντες ἐπιδεῖν, τῇ δὲ ἕξης τὸ αὐτὸ ποιεῖν καὶ τῇ τρίτῃ ἀποτυριᾶν καὶ γάλακτι ἐγχυματίζειν καὶ καταπλάττειν τοῖς ἐπιτηδείοις, εἶτα ὑπαλείφειν τοῖς πρὸς τὰς παλαίας διαθέσεις, οἷον ἐστι τὸ Χιακόν. 35 Περὶ μυωπιάσεως. Μυωπία δὲ λέγονται οἱ ἐκ γενετῆς τὰ μὲν ἐγγὺς βλέποντες, τὰ δὲ ἐξ ἀποστάσεως οὐχ ὁρῶντες. ἄναιτος δὲ ἐστὶν ἡ τοιαύτη διάθεσις ὑπὸ ἀσθενείας γινομένη τοῦ ὀπτικοῦ πνεύματος. ἐναντία δὲ πάσχουσιν οἱ γηρῶντες τοῖς μύωψιν· τὰ γὰρ ἐγγὺς μὴ ὁρῶντες τὰ πόρρω βλέπουσιν.