Ancient Greek
199.4
Paulus, Epitomae Medicae Libri Septem 199.4
Unproofread scanNot analysed yet
κγʹ. Ὠτικά, καὶ πρῶτον περὶ ὀδύνης. Τὴν μὲν διὰ ψύξιν γινομένην ὠταλγίαν ἐκ τε τῆς ὕδρας καὶ τῆς προητσαμένης διαίτης ἢ καὶ τῆς τοῦ κάμνοντος ἀνακρίσεως, εἰ διὰ προκαταρτικὴν αἰτίαν γένοιτο, μαθόντες ἐκ τε τοῦ διὰ βάθους ἐνεστηρίχθαι τὸν πόνον χωρὶς βάρους ἢ διατάσεως ἢ πυρώσεως τοῖς θερμασίνοις ἰασόμεθα βοηθήμασιν ἔλαιον πηράνινον θερμὸν ἢ νάρδινον ἢ δάφνινον θερμὸν ἢ ἀμαράκινον ἢ φουλλιατὸν ἢ σπικάτον ἢ κοινὸν σὺν εὐφορβίῳ ἢ πεπέρει ἢ καστορίῳ ἢ τὸ Κομμαγηνὸν καλούμενον μύρον ἢ ὄπὸν βαλσάμου εἰς τὸν ἀκουστικὸν ἐνστάζοντες πόρον· καὶ τὸ ἔλαιον δέ, ἐν ᾧ ἐνήψεται σκόρδον ἢ κρόμιον ἐνσταζόμενον ὠφελεῖ.