Ancient Greek
200.1
Paulus, Epitomae Medicae Libri Septem 200.1
Unproofread scanNot analysed yet
τὴν δὲ γε διὰ γλίσχρους καὶ παχεῖς χυμοὺς ὀδύνην ἐκ τε τοῦ τῆς κεφαλῆς καὶ αὐτῆς τῆς ἀκοῆς βάρους καὶ τῆς προηγησαμένης διαίτης διαγίνωσκε. χωρὶς δὲ βάρους ἡ διάτασις μόνη τῆς ἀκοῆς πνεῦμα φυσῶδες οὐκ ἔχον διέξοδον ὁλοῖ. χρηστέον οὖν ἐπ’ ἀμφοῖν τοῖς ἐκ- 5 φράττουσί τε καὶ τέμνουσι φαρμάκοις, οἷον ἐστι τὸ ἀφρόνιτρον σὺν ὄξει καὶ μέλιτι καὶ ἡ προβατεία χολὴ σὺν ἐλαίῳ κοινῷ ἢ ἀμυγδαλίνῳ καὶ τοῦ πράσου καὶ τοῦ κρομύου ὁ χυλὸς χλιαρὸς μετὰ μέλιτος, ἢ ὀρίγανον τρίψας μετὰ μέλιτος καὶ γάλακτος γυναικείου ἔνσταζε. πρὸς δὲ τὰς ἰχυροτέρας ἐμψύσεις χολὴν αἰγείαν μετὰ χυλοῦ πράσου ἔνσταζε. 10 ἐφ’ ὧν δὲ πολὺς ὁ πόνος καὶ χρόνιος καὶ δυσηκοία πάρεστιν, χρηστέον καὶ τοῖσδε, οἷός ἐστιν ὁ τε τοῦ δρακοντίου χυλὸς καὶ ἄρου καὶ βρυωνίας καὶ τὰ παραπλήσια. ἰδίως δὲ τοὺς διὰ πνεῦμα φυσῶδες ὀδυνωμένους σικύα ὕδατι θερμῷ προπυρουμένη καὶ περὶ τὸ οὖς ἐπιτιθεμένη μεγάλως ὀνίνησιν.