Ancient Greek
199.6
Paulus, Epitomae Medicae Libri Septem 199.6
Unproofread scanNot analysed yet
τὴν δὲ διὰ θερμὴν δυσκρασίαν ὀδύνην, ἐφʼ ἧς ζέσεως τινος χωρὶς βάρους ἢ τάσεως αἰσθάνονται, τοῖς ἐναντίοις ἰάσαι τὸ λευκὸν ἐνστάζων τοῦ ἰμοῦ χλιανθέν, ὥσπερ ἐπʼ ὀφθαλμοῦ, καὶ γάλα γυναικείου μετὰ τινος τῶν ἀνωδύνων κολλουρίων ἢ χυλὸν περδικιάδος σὺν ὀλίγῳ ῥοδίνῳ καὶ αὐτὸ τὸ ῥόδινον ἢ ὀξυρόδινον ἢ χυλὸν στρύχνου ἢ κοριαννοῦ ἢ ἀσφοδέλου ἢ ἔλαιον, ἐν ᾧ τῆς ἐντέρα ἢ ὄνοι οἱ παρὰ τὰς ὕδρίας ἐνήψηνται, ἢ τὸ ἀμυγδάλινον ἔλαιον καθʼ αὐτὸ ἢ ζῶντα κηρύκια ἢ ἕψας ἐν αὐτῷ φυσικῶς δρά.