Ancient Greek
209.22
Paulus, Epitomae Medicae Libri Septem 209.22
Unproofread scanNot analysed yet
24 τούτῳ] ABDHK: τοῦτο CFGM: οὕτω E ἐκμάσσων D ἐκ] αὐτοὺς ἐκ D Κατ’ ἀρχὰς μὲν ἀφεψήματι τήλεως, ὕστερον δὲ καὶ μελιλώτων, πυριῶν τὸ Νείλου διάροδον κεκαυμένον ὕδατι διεῖς ἐπίχρει, εἶτα τὸ διάχυρον. εἰ δὲ μὴ δράσοι, τῷ διὰ σάνδυκος χρήσαι κεκαυμένῃ ἢ ὕσσωπον μεθ’ ὕδατος ἐπιτίθει ἢ ἐνδήσας τὸ ὕσσωπον εἰς ῥάκος καὶ βάπτων ὕδατι θερμῷ πυρία ἢ ἄλμη δριμεῖα πυρία καὶ τῆς ῥαφάνου τὸν φλοιὸν μετὰ μέλιτος τρῖψας ἐπιτίθει· τοῦτο καὶ πρὸς τὰ χρόνια. πρὸς δὲ τὰ χρόνια ὑπώπια καὶ πελιώματα· τορδίου μέρη β, τῆς Καμίας μέρος ἄ σύν μέλιτι· ἐπιτίθει προσέχων, μὴ ἐλκωθῇ.