Ancient Greek
209.4 to 210.1
Paulus, Epitomae Medicae Libri Septem 209.4-210.1
Unproofread scanNot analysed yet
³Ἄλλο ἀπόψηκτρον. ὕσσωπου, θαμίας, κακσίας ἄνὰ <ἄ, κηροῦ <β, τερειβινθίνης <ἄ· ἐπιτίθει προσέχων, μὴ ἐλκωθῇ, καὶ διὰ τοῦτο αἴρων συνεχῶς. 5 Πρὸς ἰόνθους (εἰσί δὲ ὀγκοὶ ἐμικροὶ καὶ σκληροὶ περὶ τὸ πρόσωπον). Ὀξυμέλιτι ἐπίχρει παρατρίβων ἢ λιθάργυρον μετὰ τερειβινθίνης καὶ ὀλίγου ἐλαίου λευκοῦ τρῖψας κατάχρει ἀνατρίβων ἢ σχιστὴν μετὰ τερειβινθίνης ἢ ἀμύγδαλα πικρὰ ὀξει λειώσας ἀνὰτριβε. πρὸς δὲ τοὺς τετυλωμένους ἰόνθους· κάπνυνος Γαλλικοῦ <δ, λιβάνου, ἄμμωνιακοῦ ἄνὰ <ἄ· ὕδατι διεῖς κατάχρει καὶ μετὰ ὥραν ἀπόνιπτε. 6 Πρὸς ἰόνθους καὶ τρίχας καὶ τραχύματα τοῦ προσώπου. Κηροῦ <ἰ, τερειβινθίνης <ἄ, ἰξοῦ <β· σύντηξον ἐλαίου παρεπιχέων καὶ τούτῳ τὸ πρόσωπον ἐκμάσσου· αἴρει γὰρ ἐκ ρίζων. Ἄλλο. μήκωνα λεῖον ἢ γλήχωνα μετὰ ἄλός καὶ ὄξους καταπλάσσε. 7 Κηρωτὴ Θαΐδος ὥστε ἐρυθρὸν ποιεῖν πρόσωπον. Κρόκου, ἐρυθροδάνου ῥίζης, φύκους, λιβάνου, σμύρνης ἀνὰ <β· ἀναλάμβανε στέατι μοσχεῖῳ καὶ μαστίχινι ἑλαίῳ, εἶτα ἐπίχριε, καὶ διαστήσας περίματτε σπόγγῳ θερμῷ. ἀρμόσει δὲ τὰ τοῦ προσώπου κάπι τοῦ λοιποῦ σώματος.