Ancient Greek
211.1 to 211.4
Paulus, Epitomae Medicae Libri Septem 211.1-4
Unproofread scanNot analysed yet
λεπτήν ἐπίπασον, ἢ ἀλὸν μετ’ οἴνου διακλυζέσθω ἢ βάτου ρίζαν οἴνῳ ἀποζέσθειςαν ἢ ροῦν Κυριακόν. αἵμασσομένων δὲ καὶ ῥευματιζομένων οὐλῶν ὑποτάριχον ἐν χύτρᾳ καύσας ἕως ἀνθρακωθῆναι τῇ σποδιᾷ παράπτου. ἵστησι δὲ σειομένους ὀδόντας ἐπιπασσομένην ἀλὸν ἢ ροῦς Κυριακὸς ἢ σχιστὴ ἢ κηκὶς ἢ βάτου ρίζα καθ’ ἑαυτὰ ἢ σὺν οἴνῳ ἐψόμενα. Πρὸς σειομένους ὀδόντας καὶ πρὸς οὐλὰ ῥευματιζόμενα καὶ πρὸς πάσαν νομὴν τὴν ἐν τῷ στόματι. χαλκίτεως ὀπτής <ἱβ, καδιίας <ἡ· χρῶ ξηρῷ σὺν ὀξει. Ἀπὸνως ὀδόντας ἄραι. Ἀλεύρον μετὰ ὅπου τιθυμάλλου ἐπίθες καὶ ἐπάνω κιτσοῦ φύλλων καὶ ἕασον ὥραν· αὐτομάτως γὰρ θρυβήσεται. Ὀδόντων εὐήγμα καὶ πρὸς παρουλίδας.