Ancient Greek
210.6
Paulus, Epitomae Medicae Libri Septem 210.6
Unproofread scanNot analysed yet
2 Πρὸς φλεγμονὴν ὀδόντων. Διακλυζέσθωσαν ὄξος, ἐν ᾧ ἀφήψεται κηκὶς ἢ ἀλικακκάβου ἢ ῥίζα ἢ ὕοσκυάμου σπέρμα ἢ τὰ φύλλα ἢ γλήχων ἢ στρύχνου ὁ χυλὸς ἢ καππάρεως ῥίζα ἢ μυρίνης φύλλα ἢ πόλιον ἢ σικύου ἀγρίου ῥίζα, ἢ πηγάνου φύλλα μετ´ ὀξυμέλιτος ἢ κέρας ἐλάφειον ἢ καὶ τὸ σκιλλητικὸν ὄξος ἢ πύρεθρον μετὰ ὕσσώπου· εἰς δὲ τὸ βεβρωμένον τοῦ ὀδόντος ἐντίθει στύρακα μετὰ ὀπίου ἢ χαλβάνην ἢ θεῖον ἄπυρον μετὰ λυκίου, ἢ ὕοσκυάμου σπέρματος ὑπατιζέσθω διὰ χωνίου· καὶ ἡ Φίλωνος ἀντίδοτος περιπλασσομένη τῷ ὀδόντι ἀνυδυνίαν ἐμποιεῖ. ῥευματιζομένων δὲ τῶν ὀδόντων μυρίντον καὶ σχίνου καὶ κηκίδος ἀπόζεμα διακλυζέσθω ἢ ῥοῦ Συριακοῦ καὶ βαλαυστίων ἢ σιδίων. ἐπίπλασσε δὲ ἄλων μέρη β, στυπτηρίας κεκαυμένης καὶ σβεσθείσης ὄξει καὶ λειωθείσης μέρος α, εἶτα οἴνῳ διακλυζέσθω. αἱμάσσουσι δὲ οὐλοῖς στυπτηρίαν