Ancient Greek
223.2
Paulus, Epitomae Medicae Libri Septem 223.2
Unproofread scanNot analysed yet
λ' Περὶ περιπνευμονίας. Ἡ περιπνευμονία φλεγμονὴ τοῦ πνεύμονός ἐστι τὰ πολλὰ μὲν ἐπὶ καταρροῖς ἰχυροῖς ἢ συνάγχαις ἢ ἀσθμασιν ἢ πλευρίτισιν ἢ ἑτέροις γινομένη νοσήμασιν, ἐστὶ δὲ ὅτε καὶ αὐτὴ καταρχεται τοῦ πάθους. παρέπεται δὲ τούτοις δύσπνοια, πυρετὸς ὀξὺς τε καὶ καυσώδης, βάρος 10 τε καὶ τάσις τοῦ στήθους, ῥωγμὸς καὶ πολλῆς τῆς ἐπὶ τὸ πρόσωπον πληρώσεως ἀντίληψις ἀνάρροπον ποιοῦμένης τὴν ὀρμὴν τῆς ὑλῆς δικην πυρός· ἐρυθρὰ γοῦν αὐτοῖς τὰ μῆλα φαίνεται, καὶ τὰ ὀμματα διώδηκεν μετὰ τοῦ κάτω νεῦειν τὰ ἐπισκύνια, καὶ οἱ κερατοειδεῖς ὑπολίπαιοι φαίνονται. τῶν δὲ σημείων ἐπὶ τὸ καυσωδέστερον ἀποκλινόν- 15 τῶν ἐρυσιπελατώδη· τὴν φλεγμονὴν τοῦ πνεύμονος ὑποληπτέον. ἐπὶ μὲν οὖν τῶν ἐκ μεταπτώσεως ἑτέρων νοσημάτων εἰς τοῦτο παραγενομένων τὴν μὲν φλεβοτομίαν παραιτητέον, καὶ μάλιστα, εἰ χρονίαντες εἰὲν ἢ καὶ φθάσαντες ἐν ἀρχῇ φλεβοτομηθῆναι. κλυστέον δὲ τὴν κοιλίαν ἐν ταῖς ἐνδόσιν δυσυποβίαστον· οὐσαν ἢ σικυστέον μηδενὸς 20 κωλύοντος κατὰ τοῦ στήθους καὶ τῶν πλευρῶν εὐμεγέθεςι καὶ πολλαῖς σίκυαις μετ' ἐγχαράξεως. εἰ δὲ τὸ τῆς περιπνευμονίας εὐθὺς ἐξ ἀρχῆς ὑπῆρξεν πάθος, ἐπιτρεπόντων μὲν τῶν εἰς τοῦτο ἀριθμῶν φλεβοτομητέον· εἰ δὲ μή, σικυστέον γοῦν καὶ τούτους πρὸς τὴν δύναμιν ποιοῦμένους τὴν τοῦ αἵματος κένωσιν. ῥοφήματα δὲ λαμβανέτωσαν ἀπὸ 25 χυλοῦ πτισάνης, χόνδρου μετὰ μέλιτος ἢ ἀπὸ πικρῶν ἀμυγδάλων μετὰ σέμιδάλεως ἢ χόνδρου τῶν ἡδέων τινὸς παραμιγνυμένου πομάτων, ὑδρομήλου ἢ ἀπομέλιτος ἢ ὑδροροσάτου· ἀγαθὸν δὲ καὶ πρόσφατον βούτυρον ὅσον κοχλίαρια γ. προποτιστέον δὲ αὐτοὺς κύκων μεθ' ὠσώ-