Ancient Greek
224.1
Paulus, Epitomae Medicae Libri Septem 224.1
Unproofread scanNot analysed yet
που ἀφευήματι ἢ ἵρεως ἐψηθείσης ἐν μελικράτῳ ἢ ἵρεως λείας ὅσον β κοχλιαρίων ἐμπασσομένων μελικράτῳ· τοῦτο καὶ κάτω καθάρει. πρὸς δὲ φυλακὴν τῆς δυνάμεως συχνότερον αὐτοὺς ποτιστέον τῷ μελικράτῳ κατὰ μόνας καὶ μετὰ πιτυΐδων. καὶ σικῦας ἐπιτιθέναι δεῖ καθ' ὅλου τοῦ θώρακος καὶ τῶν πλευρῶν, κυπρίνην κηρωτὴν ἔχουσαν ἵρεως ἐμπεπλασμένης ἢ κηρωτὴν διὰ πηγανίνου ἐλαίου καὶ ἵρεως ξηρᾶς ἢ τὸ διὰ κηροῦ καὶ ῥήτινος μυελοῦ τε καὶ βουτύρου καὶ ὕσσιωπου καὶ ἵρεως ξηρᾶς καὶ ναρδίνου μύρου.