Ancient Greek
228.1
Paulus, Epitomae Medicae Libri Septem 228.1
Unproofread scanNot analysed yet
σθαι διὰ τὸν ἐκ τῆς ἀμέτρου κενώσεως κίνδυνον· τὸ μὲν γὰρ πλήθος τοῦ κενουμένου, καθάπερ ἐπὶ τῶν σφαττομένων, σύντομον ἐποίσει τὸν θάνατον, ἡ δὲ τοῦ πάθους ἐπίμονή τὴν εἰς φθίσις ἀπειλὴ μετάστασιν. ἀπάντων οὖν κατὰ λόγον πραχθέντων καὶ παυσάμενης τῆς φορᾶς τοῦ ἀπᾶματος ἀνακομιστέον αὐτοὺς ἰχθὺν τε παρέχοντα καὶ τῶν νέων συῶν τοὺς πόδας τε καὶ τοὺς ἐγκεφάλους καὶ ἀνατρίβεσθαι τὸ σῶμα κελεύοντας φυλαττομένους λουτρῶν τε συνεχῆ χρήσιν καὶ οἰνοποσίαν καὶ ὀξυθυμίαν καὶ ἀφροδίσια.