Ancient Greek
228.2
Paulus, Epitomae Medicae Libri Septem 228.2
Unproofread scanNot analysed yet
λβʹ. Περὶ ἐμπύων καὶ φθίσεως. 1 Ἐμπύημα κατὰ τὰ κενὰ τοῦ θώρακος ἤτοι κατὰ τὸν ὑπεζωκότα συνίσταται ποτὲ μὲν διʼ αἵματος ἀναγωγὴν μὴ συνουλωθέντος τοῦ ἐλκους, ἐφʼ ᾧ καὶ φθίσις εὐθὺς ἔπεσται, εἰ ἐκ τοῦ πνεύμονος ἢ ἀναγωγὴ, ποτὲ δὲ φλεγμονῆς ὑπαρξάσης, εἴτα ἀποστάσεως διʼ ἁγείας, ὡς ποὺ κάτω τῶν πλευριτίδων ἐσθʼ ὅτε γίνεται, ἢ καὶ διὰ σύρροισιν ἐκ τῆς κεφαλῆς γενομένην. σημεῖα οὖν ἐπὶ συνισταμένου τοῦ ἐμπυήματος βάρος ἔσται τοῦ θώρακος καὶ βῆς σύντονος ξηρὰ σὺν ὀδύνῃ, ἐσθʼ ὅτε δὲ καὶ μεθʼ ὑγρότητος, ἐφʼ ᾧ καὶ δοκοῦσι κουφίζεσθαι· πυρετία τε κατʼ ἀρχὰς αὐτοῖς γίνεται βληχρὰ καὶ ἄτακτα καὶ δυσκρινής, πρὸς δὲ τῇ ῥύσει τοῦ ἀποστήματος ὄντος σφοδρότερον πυρέττουσι μετὰ τινος φρίκης ἐν τε τῇ διαλέκτῳ συνδιώκονται ὀχλούμενοι τῷ πνεύματι. ἁγέντος δὲ τοῦ ἀποστήματος πῦον ἀνάγεται ποτὲ μὲν καθαρόν, ποτὲ δὲ τρυγώδες, καὶ ποτὲ μὲν ἄνω ῥήγνυται τὸ ἄποστημα, ὅτε καὶ κινδυνυδέστερόν ἐστι, ποτὲ δὲ καὶ κάτω· καὶ τῶν κάτω τὸ μὲν εἰς κοιλίαν καὶ ἔντερον μεταλαμβάνεται, τὸ δὲ εἰς κύστιν, τῆς μεταλήψεως διʼ ἁγγείων τινῶν γινομένης. πυρέττουσι δὲ διὰ παντὸς ἐκτικὸν πυρετὸν ἄχρι ἀνακαθάρσεως, ἥτις εἰ μὴ σπουδασθείη, ταχέως εἰς φθίσιν μεθίσταται τὸ ἐμπύημα τοῦ πνεύμονος τὴν ἐλκωσιν ὑπομένουτος, ἐφʼ ἧς ἤδη συστάσης αἱ τε παρειαὶ πελιδνοῦνται, καὶ κατὰ τοῦ μετώπου καὶ τοῦ τραχήλου περιδρώσεις γίνονται, αἱ τε σάρκες συντήκονται, καὶ οἱ ὀνῦχες τρυποῦνται, καὶ λιπαροὶ καὶ ἐκλευκοὶ ἢ ξέωχροι φαίνονται. τοῦ δὲ πάθους ἐπικρατοῦντος ἢ τε κοιλία ἐκταράσσεται, καὶ τὸ ὑποχόνδριον ἀνασπάται, δίψα τε αὐτοὺς