Ancient Greek
234.3 to 234.9
Paulus, Epitomae Medicae Libri Septem 234.3-9
Unproofread scanNot analysed yet
3 Διαφυλακτικὰ μασθῶν. Κύμινον σὺν ὕδατι τρίψας κατάπλαττε τοὺς τιθοὺς, εἶτα ἐξωθεν ἐπιθεῖς σπόγγον ἀπὸ ὀξυκράτου σφίγγε τὸ στήθος δεσμίδι, μετὰ δὲ τρεῖς ἡμέρας τὸ κύμινον ἄρας κατάπλαττε τοὺς τιθοὺς κρίνου βολβῶν μετὰ μέλιτος καὶ δήσας πάλιν ἕα τρεῖς ἡμέρας, καὶ τοῦτο ποιεῖ τρίς τοῦ μηνός. Ἄλλο. κώνιον λεάνας ἐπιτίθει ἐπὶ ἡμέρας θ καὶ τὸ σπογγάριον ἐξωθεν, ὡς εἴρηται, καὶ διαλιπὼν ὀλίγας ἡμέρας τὸ αὐτὸ ποιεῖ. καὶ τῆς Ναξίας ἀκόνης τὸ ἀπότριμμα διαφυλάττει τῶν παρθένων τοὺς μασθούς. λζ'. Πρὸς τὰς τῶν μασχαλῶν δυσωδίας καὶ συνιδρώσεις. Στυπηρίας ὕγρὰς μέρη β, σμύρνης μέρος ᾱ· οἴνῳ διαλύσας χρῶ. Ἄλλο. μολύβδαιναν καύσας καὶ οἴνῳ εὐώδει κατασβέσας τρίβε μετ' οἴνου ὀλίγου σμύρνης ἐπιβάλλων ἄχρι γλοιοῦ πάχους καὶ χρῶ. Ἄλλο. λιθαργύρου <ἰζ, σμύρνης <β, ἁμώμου <ᾱ· οἴνῳ ἀναλάμβανε. Ἄλλο. στυπτηρίας ὕγρας <ἦ, ἀμώμου, σμύρνης, ναρδοστάχυος ἀνὰ <δ· οἶνῳ ἐκλείου καὶ χρωῖ.