Ancient Greek
235.2
Paulus, Epitomae Medicae Libri Septem 235.2
Unproofread scanNot analysed yet
ΛΖ´. Περὶ τῶν κατὰ τὸν στόμαχον καὶ τὰ ὑποχόνδρια καὶ τὴν γαστέρα. Περὶ μὲν τῆς ἐν πυρετοῖς ἀνορεξίας καὶ βουλίμου καὶ τῆς κυνώ- 1 δους ὀρέξεως ἀτονίας τε στομάχου καὶ λειποθυμίας, ἐπὶ δὲ καὶ δίψης καὶ λυγμοῦ καὶ ναυτίας καὶ συγκοπῆς, ἐν τοῖς περὶ πυρετῶν κατὰ τὸ πρὸ τοῦδε δεύτερον βιβλίον αὐτάρκως διώρισται, καὶ πάλιν περὶ τῶν αὐτῶν λέγειν οὐκ εὐκαιρον. αἱ δὲ φλεγμοναὶ τοῦ τῆς κοιλίας στόματος καὶ τοῦ ἧπατος δέονται τῆς τῶν στυφόντων παραπλοκής· ἐὰν γὰρ 10 διὰ τῆς χλαστικῆς ἀγῤῥῆς μόνης θεραπείῃ τις, κίνδυνον ἐπάζει περὶ τῆς ζωῆς. δεῖ τοίνυν, εἴτε ἔλαιον εἴη τὸ ἐπαντλούμενον εἴτε κατάπλασμα, παραπλέκειν τι τῶν στυφόντων, οἷον ἀψίνθιον ἢ νάρδινον μύρον ἢ μήλινον ἢ Κυδώνιον ἐνεψήσαντας. κηρωτὴ δὲ ἐστιν, ἡ συνἐχὼς χρῶμεθα· κηροῦ λευκοῦ Γ α, θέρους δὲ <Ζ, ἀλὸς χ, μαστῖχος ἀνὰ 15 <α, ἐλαίου ὀμφακίνου ἢ μήλινου καὶ νάρδου κατὰ τὴν χρείαν τὸ ἀρκοῦν πρὸς τὴν σύστασιν. εἰ δὲ πλείονος δεοῖτο στύψεως, ὡς μηδὲ τῶν τροφῶν κρατεῖν, προσμιγνύθω καὶ ὀμφακίου <α ἢ καὶ ἀψινθίου χυλοῦ τὸ ἴσον καὶ τρίτον ἐπ’ αὐτοῖς τῆς ὑποκιστίδος καὶ οἰνάνθης καὶ ῥοῦ χυλοῦ· παραῦξεν δὲ χρὴ τῆς κηρωτῆς τὸ πλῆθος ἀνάλογον τῷ τῶν 20 ἄλλων φαρμάκων ἀριθμῷ. χρονιζούσης δὲ τῆς φλεγμονῆς καὶ σκληρυνομένης ἤδη ποικιλώτερα φάρμακα προσφέρειν δεῖ καὶ τῶν ἀρωμάτων ἔχοντα τι καὶ τῶν μαλακτικῶν καὶ τῶν διαφορητικῶν, οἷον ἐστὶ καὶ τὸ διὰ μελιλύτου σκευαζόμενον καὶ τὸ Φιλαγριανὸν καὶ τὸ εὐῦδες. τοῦ χλωροῦ ἱάσπιδος ὀρμαθὸς ἐξαρτώμενος τοῦ τραχήλου, ὥστε ψαῦειν 25 τοῦ στομάχου, μεγάλως ὠφελεῖ. ἐπὶ δὲ τῶν θερμῶν τοῦ στομάχου δυσκρασιῶν καὶ καυουμένων μετ’ ἐκλύσεως ἢ λειποψυχίας ἢ τινος ἀνορεξίας ἐξ οἱαδὴποτε προσφάσεως πλὴν πυρετοῦ ψυχρόν ὕδωρ δίδου μετ’ ὀμφακος χυλοῦ ἢ μήλων Κυδωνίων ἀφέψημα ἢ ἔλικος ἀμπέλου ἢ σικύου σπερμάρια ἢ λεία μετὰ ψυχροῦ. ἐπιτίθει δὲ τῷ στο- 30