Ancient Greek
24.1
Paulus, Epitomae Medicae Libri Septem 24.1
Unproofread scanNot analysed yet
σπασμοί. χρὴ οὖν τῆνικαῦτα μηδὲν διδόναι τῷ παιδίῳ μαχέσεως δεόμενον, τῷ δακτύλῳ δὲ συνεχῶς παρὰ τὸ λουτρὸν τὰ οὔλα ψηλαφᾶν καὶ μαλάσσειν ὀρνιθείῳ στέατι ἢ ἐγκεφαλῷ λαγωοῦ· τῶν δὲ ὀδόντων ἤδη παρακυψάντων χρήσθαι τρυφερῶν ἐρίων καθαρῶν ἐπιβολῇ τραχή- 5 λου καὶ κεφαλῆς καὶ σιαγόνων ἐμβροχῇ τε τῶν αὐτῶν δι’ ἐλαίου γλυκέος καὶ θερμοῦ παρασταζομένου καὶ τοῖς ἀκουστικοῖς πόροις. χρὴ δὲ τῆνικαῦτα τὸ παιδίον εὐθαλέστερον διαιτᾶν καὶ λούειν θερμῷ. καὶ εἰ μὲν διαρροίας ἔχοι, πειράσθαι συνάγειν τὴν γαστέρα τοῖς ἐπιθέμασιν, ὅσα μάλιστα ἴστησι, τὸ κύμινον ἐμπάσσοντας ἐρίῳ ἢ τὸ ἄνθονον ἢ τὸ 10 σέλινον· ἀγαθὸν δὲ καὶ σπέρμα ῥόδων προσμίγχειν καὶ τὸ ὅλως θερμὸν ἐπράνειν. εἰ δὲ μηδὲν ὑπὸι κάτω, ἐρεθίζειν πρᾶως τῷ μέλιτι πλάσσοντας ὡς βαλάνιον ἢ καλαμίνθη τετριμμένη μετὰ μέλιτος χρίειν. δοκεῖ δὲ κάλλιστα βοηθεῖν τοῖς σπασμοῖς τῶν παιδίων ἠλιοτρόπιον ἐψώμενον ὕδατι, εἰ λούοιτο ἐν τούτῳ τὸ παιδίον. ὠφελεῖ δὲ καὶ ἱρίνῳ 15 χρίσαι ἢ κυπρίνῳ καὶ τῷ Σικυνίῳ καὶ τὸ σῦμπα θερμαίνειν. ἐπεὶ δὲ ἀνατελλόντων τῶν ὀδόντων δάκνει τοὺς δακτύλους καὶ τιτρώσκει, καλῶς ἂν ἔχοι κατέχειν ἱρεως ῥίζαν ἐξεσμένην καὶ μὴ πᾶν ἐπράν. τοῦτο καὶ τοῖς ἕλκεσι προσβοηθεῖ, καὶ τὸ βούτυρον μετὰ μέλιτος διαχριόμενον ὀνίνησιν. τοὺς δὲ ὀδασμους τῶν οὐλῶν σάρξ παρίχου παλαιοῦ ὀνίνησιν.