Ancient Greek
24.2
Paulus, Epitomae Medicae Libri Septem 24.2
Unproofread scanNot analysed yet
i. Πρὸς ἄρθρα. Γίνεται δὲ τῷ παιδίῳ καὶ ἕλκος τὸ καλούμενον ἄρθρα, τὸ μὲν ὑπόλευκον, τὸ δὲ ὑπέρυθρον, τὸ δ’ αὐ μέλαν οἷον ἐσχάρα· κάκιστον δὲ τὸ μέλαν καὶ θανατωδέστατον. βοηθεῖ δὲ ἱρίς μετὰ μέλιτος, καὶ εἰ ξηρὰν ἐμφυσᾶν ἐθέλοις, καὶ ῥόδων φύλλα κεκομμένα καὶ τὸ ἄνθος τῶν 25 ῥόδων καὶ κρόκος καὶ ὀλίγον σμύρνης καὶ ἡ κηκὶς καὶ ὁ λιβανωτὸς καὶ ὁ φλοιὸς τοῦ λιβάνου, ὁμοῦ τε καὶ ἰδίᾳ ἕκαστον, μέλιτι δευόμενα, ἐπὶ τούτοις μελίκρατόν τε καὶ ῥοίας γλυκείας ὁ χυλός.