Ancient Greek
244.1
Paulus, Epitomae Medicae Libri Septem 244.1
Unproofread scanNot analysed yet
τεινεσμώδεις συστάσεις. πολλάκις δὲ καὶ δι’ ἐμφραξιν κόπρου κατὰ τὸ λεπτὸν ἕντερον συστάσαν τεινεσμὸς ἠκολούθησεν, ἐπὶ μὲν τοῖς στύφουσι καὶ παρεμπλαστικοῖς πλεὸν αὐξόμενος, ἐπικλύσματι δὲ δριμυτέρῳ, οἷον μελικράτῃ σὺν ἁλσίν, ἢ ἐπὶ τινὶ τῶν διὰ στόματος μαλακτικῶν, οἷον δαμασκηνῶν, ἰχάδων, λινοζύστεως, ὀροῦ γάλακτος, ἐκκριθείσης κόπρου παραχρῆμα παυσάμενος. χωρὶς οὖν τοιαύτης αἰτίας γενομένου τεινεσμοῦ ἀρμόζει τὴν μὲν φλεγμονὴν ταῖς ὠμηλύσεσι θερμαῖς καὶ ταῖς δι’ οἴνου τε καὶ ἐλαίου μυρσίνου ἢ ῥοδίνου ἢ ὀμφακίνου ἐμβροχαῖς κατ’ ὀσφύος τε καὶ ἧτρου ἐπιτιθεμέναις παραμιθεῖσθαι, τὰ δὲ ἐμπεπλασμένα τῷ ἀπευθυσμένῳ μυζῶν καὶ διὰ μελικράτου ἐνέσεως ἀποσμήχειν. καὶ ἁλμὴ δὲ πολλάκις ἐνεθείσα τὸ δέον ἐξήνυσεν· ἀρκοῦσι δὲ ἁλῶν <ζ ἐν κοτύλῃ θερμοῦ ὕδατος. παραμιθεῖσθαι δὲ τοὺς πόνους καὶ τὰς ἐντάσεις ἐγκάθισμαι διὰ τήλεως ἢ μαλάχης ἢ λινοσπέρμου· οἱ δὲ πολλάκις ἐπέτυχον καὶ τούτῳ· ἐγκάθισμα. βάτου καὶ μυρσίνης καὶ κυτίνου καὶ δάφνης χλωρῶν ἴσον· ἕψει ἐν ὕδατι· ἕστι δὲ Μαρκελλίων. ἐν βάσει δὲ τῆς φλεγμονῆς καὶ τῶν ἐρεθισμῶν ὑπαρχόντων ἐντετὸν σιῦδεις χυλοὺς μετὰ τινὸς τῶν στυπτικῶν ἠψημένους· καὶ ἐλαῖον δὲ γλυκὺ ἐνθεν καὶ κατασχεθὲν ὥραις πλείοσι τὴν περιωδυνίαν ἔλυσε. συχνὴς δὲ τῆς ἐξαναστάσεως οὐσης καὶ ἀγαθὶδα διὰ στυμμάτων θερμῶν τῇ ὀδρᾷ προστιθέθωσαν ἢ πίτυρα θερμὰ ἐν ἀποδέσμῳ ἢ σπόγγον ἢ τι τῶν τοιούτων.