Ancient Greek
244.2
Paulus, Epitomae Medicae Libri Septem 244.2
Unproofread scanNot analysed yet
μβ’. Περὶ δυσεντερίας. 1 Ἡ δυσεντερία ἔλκωσις ἐστὶ τῶν ἐντέρων, ποτὲ μὲν ἐκ μεταπτώσεως τεινεσμοῦ ἢ τῶν εἰρημένων τῆς γαστρὸς ἐκταράξεως τινος γινομένη, ποτὲ δὲ τοῦ πάθους αὐτὴ καταρχομένη, ἐφ’ ἧς ἀποκρίσεις γίνονται πρῶτον χολώδεις ποικίλαι, εἶτα πρὸς ὀλίγον αἱματώδεις καὶ ἐπὶ τέλει ἰχωροειδεῖς, ὁποῖαι ἀπὸ τῶν νεκρῶν εἴωθασιν ῥεῖν σωμάτων· ἢ δὲ ἀπὸ χολῆς μελαίνης ἀρχομένη δυσεντερία θανάσιμος ἐστὶ τῶν μεθ’ ἐλκώσεως δηλοῦσα καρκίνον. εἰ μὲν οὖν ἀναμεμιγμένα τῇ κόπρῳ τὰ