Ancient Greek
245.1
Paulus, Epitomae Medicae Libri Septem 245.1
Unproofread scanNot analysed yet
τῆς ἐλκώσεως ἐκρίνοιτο σημεῖα μετὰ πόνων τε καὶ στρόφων, ἐν τοῖς λεπτοῖς ἐντέροις γίνωσκε τὴν ἔλκωσιν τῶν διὰ στόματος μάλιστα βοηθημάτων χρῆζουσαν· εἰ δὲ ἄμιγης ἢ κόπρος διεξέρχοιτο, τῶν παχέων ἐστὶν ἐντέρων τοῖς ἐνέμασι μᾶλλον πειθομένη. ὅταν δὲ πολλοῦ κατὰ μόνας ἐκκρίσις αἵματος γένηται, τὸ πάθος αἱματηρὰν δυσεντερίαν λέγουσιν. ἐκκρίνεται μὴν ποτε καὶ αἷμα μελάντερον τοῦ κατὰ φύσιν καὶ στιλπνὸν μὴ πέπτοντος καλῶς τοῦ ἡπατος τὴν ἀναδιδομένην τροφήν. καὶ δι’ ἀτονίαν δὲ τῆς καθεκτικῆς ἢ τῆς ἀλλοιωτικῆς αὐτοῦ δυνάμεως πολλάκις ἐκκρίνεται διὰ γαστρὸς ὁμοία κρεῶν νεοσφαγῶν ἀποπλύματι· ἡπατηρὰν δὲ ταύτην καλοῦσι δυσεντερίαν, περὶ ἧς ἐν τῷ περὶ ἡπατος λεχθήσεται λόγῳ.