Ancient Greek
247.9
Paulus, Epitomae Medicae Libri Septem 247.9
Unproofread scanNot analysed yet
GHKMa ἀπογεύεσθαι D 14 διςέφθου] DKM²a: δυσέφθον F: διέφθου χιτῶνων αὐτοῦ ἢ διὰ πνεῦμα παχὺ καὶ φυσώδες οὐκ ἔχον διέξοδον ἢ διὰ φλεγμονὴν τοῦ ἐντέρου ἢ διὰ ὀριμεῖς καὶ δακνώδεις χυμοὺς. τοῖς μὲν οὖν διὰ παχὺν καὶ φλεγματικὸν ὀδυνωμένοις χυμὸν δι’ ὅλου μὲν τοῦ ἐπιγαστρίου κατὰ τὸ βάθος ἢ ὀδύνη γίνεται, μάλιστα δὲ κατὰ τὴν θέσιν τοῦ κύλου, τρυπανώδους γινομένης τῆς συναίσθησεως, στρό-φοι τε τούτοις ἐνοχλοῦσι καὶ ἔρυγαι καὶ ναυτία καὶ ἔμετοι παντοίων, μάλιστα τοῦ φλέγματος, ἢ τε γαστὴρ αὐτοῖς ἐπέχεται χαλεπῶς, ὡς μήτε φύσαν διεξιέναι, ἐκκριθὲν δὲ ποτε τὸ κόπριον βολβίτῳ παρα-πλήσιον ὁράται κοῦφόν τε καὶ φύσεως μεστόν· προηγεῖται δὲ τούτων ὡς μάλιστα ψυχρῶν τε καὶ παχυχύμων ἐδεσμάτων συνεχὴς προσφορὰ πλησμονὴ τε καὶ ἀπεψία καὶ ἀργία καὶ τὰ τούτοις σύμφωνα. τοῖς δὲ διὰ πνεῦμα φυσώδες ὀδυνωμένοις τάσεως μᾶλλον συναίσθησις γίνεται. τοῖς δὲ διὰ φλεγμονὴν ζέσεως ἐντοπίου γίνεται συναίσθησις καὶ πυρετὸς οὐκ ἀγεννὴς ἐπίσχεσις τε σὺν τῇ κόπρῃ καὶ τῶν οὐρῶν, καὶ σφυγμὸς ἐνοχλεῖ κατὰ τὴν γαστέρα, δίψα τε καὶ καῦμα καὶ τούτοις ἐνοχλεῖ καὶ ναυτία καὶ χολῆς μᾶλλον ἔμετοι μηδὲν ἐπικουφίζοντες· καὶ ἀπλῶς ἢ χαλεπωτάτη τῶν κωλικῶν ἐστὶν αὕτη διαθέσεων τὴν εἰς τὸν εἰλεὸν ἀπειλοῦσα μετάστασιν. τοῖς δὲ διὰ ὀριμεῖς καὶ δακνώδεις χυμοὺς ὀδυ-νωμένοις, ὥσπερ καὶ τοῖς ἐπὶ φλεγμονῇ, καῦμά τε καὶ δίψα καὶ ἀγρυ-πνία γίνεται, πυρέττουσι δὲ ἢ οὐδὲ ὀλως ἢ ἐκείνων ἥττω καὶ οὐροῦσι ὀριμῶ καὶ χολώδη τε διαχωροῦσι καὶ πολλάκις ἐπὶ τῇ τῆς γαστρὸς διαχωρήσει πλέον ὀδυνῶνται καὶ τῇ τῶν θερμότερων ἐδεσμάτων τε καὶ πομάτων προσφορᾷ παροξύνονται μᾶλλον.