Ancient Greek
248.2
Paulus, Epitomae Medicae Libri Septem 248.2
Unproofread scanNot analysed yet
2 τὰς μὲν οὖν διὰ ψυχροὺς τε καὶ γλίχρους καὶ παχεῖς χυμοὺς ὀδύνας ἰάσθαι προσῆκεν οὐ θερμαίνοντας σφοδρῶς· ὑπὸ γὰρ τῶν θερ-μαινόντων ἰκανῶς χέονται καὶ πνευματοῦνται μᾶλλον οἱ τοιοῦτοι χυ-μοί. προσῆκει τοίνυν αὐτοὺς τέμνειν τε καὶ πέττειν διὰ τῶν ἀφύσων καὶ λεπτυνόντων καὶ ξηρῶν φαρμάκων χωρὶς τοῦ θερμαίνειν σφοδρῶς κατ’ ἀρχὰς τοῦ νοσήματος. προεκκοπρώσαντας οὖν τὴν γαστέρα τοῖς ἀρμοδίοις κλύσμασιν ἐνετέον ἐλαίῳ, ἐν ᾧ ἀφήψεται κύμινον ἢ πήγα-νον, μετὰ στέατος χηνὸς ἢ ὄρνιθος ἢ διὰ ρίζων εἰκίου ἀγρίου ἀφεψη-