Ancient Greek
253.1
Paulus, Epitomae Medicae Libri Septem 253.1
Unproofread scanNot analysed yet
με´. Περὶ τῶν κατὰ τοὺς νεφροὺς καὶ τὴν κύστιν παθῶν, καὶ πρῶτον περὶ λιθιάσεως. Τὴν τάξιν τῆς διδασκαλίας ἡμᾶς ἀναγκάζει παρεξείναι τῶν νοση- 1 μάτων ἢ συγγένεια· κοινὸν γάρ ἐστι κωλικῶν τε καὶ τῶν λίθων ἔχοντων ἐν τῷ νεφρῷ τὸ τε κατ´ ἀρχὰς ἐπέχεσθαι τὴν γαστέρα καὶ σφοδρῶς ὀδυνᾶσθαι καὶ ἀνορεκτεῖν καὶ ἀπεπτεῖν καὶ στροφοῦσθαι. ἴδιον δὲ τὸ τοῖς μὲν κωλικοῖς ἐπιτεταμένα ταῦτα πάντα μᾶλλον γίνεσθαι, τοῖς δὲ νεφριτικοῖς ἧττον, καὶ τοῖς μὲν κωλικοῖς κατὰ τὴν δεξιὰν λαγόνα μᾶλλον εἶναι τὴν ὀδύνην καὶ ἀνιέναι μέχρι στομάχου καὶ ἧπατος καὶ σπληνός, καὶ τὴν κόπρον ἐπέχεσθαι παντελῶς, ὡς μήτε φύσας διεξίεναι, ὅτε δὲ πρὸς ἀνάγκην ἐκκρίνεσιν, φυσώδῃ αὐτὴν εἶναι βολβίτῳ παραπλησίως, καὶ ποτε καὶ ὕαλῦδες ἐκκρίνεσθαι φλέγμα, καὶ τὸ οὖρον πλεῖον καὶ φλεγματῦδες ἐκδίδοςθαι· τοῖς δὲ νεφριτικοῖς τὴν μὲν ὀδύνην κατ´ αὐτῶν τῶν νεφρῶν ἐστηρίχθαι βαρείαν δίκην σκόπτος ἔμπεπαρμένου, τὸν τε κατ´ εὐθὺ δίδυμον ὀδυνᾶσθαι (καὶ νάρκη γίνεται μηροῦ τοῦ κατ´ ἴξιν), ἐκκρίνειν τε καὶ αὐτομάτως μὲν κατὰ τὸ σπάνιον, πάντως δὲ ἐπὶ κλύσμασι, τὴν κοιλίαν φύσας τε καὶ κόπρον χολωδεστέραν, τὰ δὲ οὖρα ὀλίγα καὶ ψαμμώδῃ μᾶλλον ἐκδίδοςθαι, καὶ στύφεσθαι τὸν οὐρητικὸν πόρον.