Ancient Greek
253.3
Paulus, Epitomae Medicae Libri Septem 253.3
Unproofread scanNot analysed yet
ταῦτα τῶν ἐν τοῖς νεφροῖς λίθων τεκμήρια τελείοις μᾶλλον ἀν- 2 δράσι γινομένων· ἡ δὲ κατὰ κύστιν τῶν λίθων πῆξις παιδίοις μᾶλλον γίνεσθαι φιλεῖ. σημεῖα δὲ καὶ τούτων ἀπεπτόν τε καὶ ὑπόλευκον οὖρον μετὰ ψαμμώδους ὑποστάσεως, κνῶνται τε συχνῶς καὶ ψηλαφῶσι τὸ αἰδοῖον καὶ ἐντείνουσι καὶ συχνῶς εἰς οὖρον ἐπείρονται καὶ στραγγουροῦσιν. ὀλικὸν μὲν οὖν αἴτιον τῆς τῶν λίθων γενέσεως ἐστὶ παχύς καὶ γεῦδης χυμός, ποιητικὸν δὲ πυρώδης θερμασία τῶν νεφρῶν ἢ τῆς κύστεως. ἄλλ´ ἐπὶ μὲν τῶν νεφρῶν τοῖς θρύπτουσι τοὺς λίθους καὶ τέμνουσι χρήσθαι φαρμάκοις ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς· τοιαῦται δὲ εἰσιν αἱ τε τῶν βασιλικῶν ἀσπαράγων ῥίζα καὶ τοῦ βάτου καὶ ὕαλός τε κεκαυμένος καὶ ἀγρώστεως ῥίζα καὶ ἀδιάντον καὶ βδέλλιον δάφνης 30