Ancient Greek
255.1
Paulus, Epitomae Medicae Libri Septem 255.1
Unproofread scanNot analysed yet
τὴν ἐκκρίσιν. προφυλακτικὰ δὲ τῆς τῶν λίθων γενέσεως ἔστω πρῶτον μὲν εὐχυμὸς τε καὶ σύμμετρος τροφὴ καὶ γυμνασία ὀσπρίων τε παντοίων καὶ τῶν σιτωδῶν τῆς συνεχοῦς χρήσεως τυροῦ τε καὶ γάλακτος καὶ τῶν δι’ αὐτοῦ σκευαζομένων ὀψῶν οἴνου τε μέλανος καὶ κρεῶν πλήθους καὶ πάντων ἀπλῶς τῶν παχυχύμων ἀποχὴ καὶ τῶν ἄγαν θερμῶν καὶ δριμέων, ὑδρογάρων φημὶ καὶ κονδύτων καὶ τῶν παραπλησίων· οὐ γὰρ ταῦτα τοὺς μήπω γενομένους λίθους κωλύει εὐστῆναι καὶ τοὺς ἤδη γενομένους θρύπτειν ἢ ἐκκρίνειν πέφυκεν. πινέτωσαν δὲ τὸ ὀξὺ μέλι μετὰ τινος τῶν ἀπλουστέρων διουρητικῶν, ἀδιάντου, σελίνου, ἀγρώστεως ἀρεψήματος, καὶ μετὰ βαλανείων νήστεις πρὸ τοῦ οἴνου εὐκράτον ὕδωρ πινέτωσαν κἂν τῷ μέσῳ τοῦ ἀρίστου ψυχρόν ἐπιρροφέιτωσαν, εἰ μὴ τι κωλύοι, πλήθους τε κακοχυμίας συναισθανόμενοι διὰ φλεβοτομίας ἢ καθάρσεως κενούσθωσαν. πάντων δὲ κάλλιστον εἰς προφυλακὴν λίθων τὸ μετὰ βαλανείον, πρὶν οἴνου ἢ τροφῆς ἑτέρας λαβεῖν, ὕδωρ εὐκράτον πίνειν. καὶ τοὺς ἐν κύστει δὲ λίθους ἐπὶ τῶν παίδων τοῖς ἰσχυροτέροις κατεργάσθαι βοηθήσειν ἐκ τῶν εἰρημένων ἐκλέγων αὐτά· ὑπεραυξηθέντος δὲ τοῦ λίθου ἢ καὶ κατὰ τὸν τράχηλον ἐμφραχθέντος τῆς κύστεως τῷ διασεισμῷ ἢ καθετηρισμῷ ἢ καὶ τῇ λιθοτομίᾳ, ὡς ἐν τοῖς χειρουργουμένοις εἴρησεται, χρηστέον.