Ancient Greek
255.2
Paulus, Epitomae Medicae Libri Septem 255.2
Unproofread scanNot analysed yet
4 Περὶ φλεγμονῆς. Εἰ δὲ φλεγμονὴ τῶν νεφρῶν ἢ τῆς κύστεως εἴη, τῇ τε κατὰ τὸν τόπον μετὰ βάρους πυρώσει καὶ ἀληθῶνι καὶ τῷ πυρέττειν καὶ παραπαίειν καὶ ἐμεῖν χολώδῃ ἄκρατα καὶ μὴ δύνασθαι οὔρειν, καὶ μάλιστα τῆς κύστεως φλεγμαινούσης, διαγινωσκομένη, φλεβοτομητέον αὐτίκα καὶ τοῖς παραμυθουμένοις αἰονήμασι τε καὶ καταπλάσμασι χρηστέον διὰ πηγάνου καὶ ἀνίθου καὶ τήλεως καὶ ἀλθαίας ῥίζης κλύσμασι τε μαλακοῖς καὶ ἐνέμασι δι’ ἐλαίου καὶ μήκωνος καὶ στέατος χηνός· ἐπὶ δὲ τῆς κύστεως καὶ ὀπίου ὀβολοῦ Λ’ μετὰ σμύρνης καὶ κρόκου καὶ ἐλαίου παραπεμπτέον τῇ ἕδρᾳ, καὶ τὸ μελίκρατον αὐτοὺς προποτιστέον ἄπἔχοντας