Ancient Greek
256.1
Paulus, Epitomae Medicae Libri Septem 256.1
Unproofread scanNot analysed yet
τῶν πάνυ διουρητικῶν καὶ πολλοῦ πόματος, πλὴν εἰ μὴ δριμῦ καὶ χολῶδες αὐτοῖς ὑγρὸν πλεονάζοι· τότε γὰρ τῷ ποτῷ πλείονι χρηστέον καὶ ἀθρόον ἐκ τινος τῶν ἀδήκτων διουρητικῶν· πινέτωσαν δὲ λινὸς σπέρμου μέρη β, ἄμύλου μέρος α, κοχλιάριον ἐν ὕδατι, τοῦ τε σικύου καὶ τοῦ πέπονος τὸ σπέρμα λαμβανέτωσαν. πυρώδους δὲ συναισθήσεως οὐσης περὶ τοὺς νεφροὺς ἐπιβλητέον αὐτοῖς ῥάκη ἐξ οἴνοροδίνου ἢ ὑδροροδίνου ἢ μηλίνου ἢ κηρωτὴν διὰ κηροῦ καὶ ῥοδίνου καὶ χαμαιμηλίνου καὶ κρόκων ψῶν συγκειμένην cὺν ὄξει βραχεῖ ἢ χυλῷ πολυγόνου· εἰς ὑστερον δὲ καὶ τῇ διὰ χυλῶν μετὰ χαμαιμηλίνου χρηστέον. ἀπέχεσθαι δὲ καὶ τῶν ἄγαν θερμῶν διὰ τὴν εἰς πῦον μεταβολὴν καὶ τῶν ἄγαν ψυχόντων· σκιρροῦνται γὰρ ὑπὸ τούτων ῥάδιως οἱ νεφροί. λουτρῶν δὲ τῆς φλεγμονῆς ἐνισταμένης ἀπέχειν αὐτούς, καὶ διαιτῇ τῇ πυρεκτικῇ τε καὶ ἀφλεγμάντῳ προσαγορευομένῃ χρηστέον.