Ancient Greek
258.2
Paulus, Epitomae Medicae Libri Septem 258.2
Unproofread scanNot analysed yet
ταῦτα μὲν ἐκ τῶν Ἀρχιγένους. καὶ τὰ διὰ φυσαλλίδων δὲ φάρ-μακα ἢ τε διὰ τοῦ σπέρματος τῆς ἀγρίας μαλάχης ἀντίδοτος καὶ ἡ διὰ τραγημάτων εὐχρηστεῖ. ἐπιθετέον δὲ καὶ κατὰ περίνεον καὶ ἧτρον κηρωτὰς μὲν διὰ τε ὕσσωπου πλουτοῦ καὶ βουτύρου καὶ στέατος χηνῶν καὶ στύρακος, εἰς δὲ τὴν κύστιν ἐγχέοντας διὰ κλυστηριδίου μελίκρατον ὑδαρέστατον ἢ γάλα μετ’ ἐλαχίστου μέλιτος ἢ μετὰ σικύου σπέρματος ἢ τὸ λευκὸν τοῦ ψοῦ μετὰ πομφόλυγος ἢ τῶν εἰρημένων φαρμάκων τινός. νεμομένου δὲ τοῦ ἕλκους ἐνετέον τὸν διὰ χάρτου τροχίσκον ἢ τὸν Βιθυνὸν καὶ καταπλάττειν διὰ φοινίκων καὶ σταφίδων μετὰ κηκί-δος, ἀκακίας, ὑποκιστίδος, στυπτηρίας.