Ancient Greek
258.3
Paulus, Epitomae Medicae Libri Septem 258.3
Unproofread scanNot analysed yet
Περὶ αἱμορραγίας. Ἀτονοῦντες οἱ νεφροὶ πολλάκις οὐ δύνανται τὰ οὔρα ἴσχειν, ἀλλ’ εὐρύτεροι ὄντες χαλῶσι τι τοῦ αἵματος ἐκ τῆς φλεβός, καὶ ἄλλας δὲ παχύτητας ἐώσιν. αἱμορραγοῦσι νεφροὶ πολλάκις καὶ κατὰ περίοδον, καθάπερ αἱμορροῖδες· κενωθέντες δὲ ὑποκουφίζονται· ἐφ’ ὧν οὐδὲν δεῖ παρενοχλεῖν ταχέως αὐθίς στελλομένου τοῦ αἵματος· εἰ δὲ ἐπιμένοι, φλεβοτομητέον ἀπ’ ἀγκύνος. καὶ τοῖς πρὸς αἱμοπτύκους τε καὶ τὰς ἄλλας αἱμορραγίας φαρμάκοις ἐπὶ τε νεφρῶν καὶ τῆς αἱμορραγούσης χρηστέον κύστεως· μάλιστα δὲ κυμφύτου ῥίζαν καὶ τραγάκανθαν οἶνον βεβρεγμένην δοτέον αὐτοῖς πολυγόνου τε καὶ ἀρνογλύσσου χυλὸν σὺν ὀξυκράτῃ ἢ ἀμύγδαλα πικρὰ μετὰ γλυκέος, ἢ τοῦτο· σχιστῆς