Ancient Greek
259.2 to 259.4
Paulus, Epitomae Medicae Libri Septem 259.2-4
Unproofread scanNot analysed yet
9 Περὶ σκληρίας νεφρῶν. Ὅσαι δὲ σκληρότητες κατὰ νεφροὺς γίνονται, ὀδύνας μὲν οὐκέτι παρέχουσι, δοκεῖ δὲ ὡςπερ τι αὐτοῖς ἐκ τῶν κενευόνων κρέμασθαι, καὶ ναρκώδεις μὲν εἰσιν ἰχίων, ἄκρατεῖς δὲ σκελῶν, οὐροῦσι δὲ ὀλίγα, τὴν 20 δὲ ὅλην ἐξιν τοῖς ὕδατουμένοις μάλιστα ἐοίκασι. τούτους ἀπαλύνειν κηρωταῖς καὶ μαλάγμασι, τρίψει καὶ πυριάσμασι, καὶ οὐρητικὰ προσφέρειν καὶ τὴν γαστέρα ὑποκλύζειν. 10 Περὶ διαβήτου. Ὁ διαβήτης ταχεία τῶν πινομένων ἐστὶ διέξοδος οὐρουμένων 25 τοιούτων, οἷάπερ ἐπόθη· διὸ καὶ διψαίν ἀμέτρως, ὅθεν καὶ διψακὸς ἐκλήθη τὸ πάθος, συνιστάμενον ἀσθενούσης μὲν τῆς καθεκτικῆς τῶν νεφρῶν, ἔρρωμένης δὲ μᾶλλον τῆς ἐλκτικῆς καὶ ὅλον ἐξικμαζούσης τὸ σῶμα διὰ θερμασίαν ἀμέτρον.