Ancient Greek
259.1
Paulus, Epitomae Medicae Libri Septem 259.1
Unproofread scanNot analysed yet
\<ᾱ, τραγακάνθης \<β, κόμμεως ὀβολοί ε, γλυκεῖ. καταπλάττειν τε ὠμῇ λύσει δι’ ὀξυκράτου καὶ ῥοδίνου ἢ τῷ διὰ τῶν φοινίκων καὶ σιλιγνίτου μετὰ ἀκακίας ἢ ὑποκιστίδος ἔφομένων ἐν οἴνῳ στυφοντὶ ἢ ὀξυκράτῳ. ἐπὶ δὲ τῆς κύστεως αἱμορραγοῦσης καὶ σικύαις κατὰ κενευόνων καὶ ἰχίων χρησόμεθα. διοριστέον δὲ τὸ αἱμορραγοῦν μόριον τῇ τε κατὰ 5 τὸν τόπον ὀδύνῃ καὶ τῷ ἀναμίγνυσθαι τῷ οὐρῷ τὸ αἷμα ἢ μή, καθἄπερ ἐπὶ τοῦ πύου λέλεκται. θρομβωθέντος δὲ τοῦ αἵματος ἐν τῇ κύστει γνώση μέν τοῦτο τῷ τε ἀθρόως ἐπιχεθῆναι τὸ οὖρον μετὰ τὴν τοῦ αἵματος οὐρὴν καὶ τῷ αἱμάλωπάς τινας, ὡς εἴκός, διεξιέναι ἢ διαίμους ὕγρασίας. δίδου δὲ τὸ ζέμα τῆς ἀρτεμισίας πίνειν καὶ τοῦ 10 ἐλιχρύσου ἢ κονύζης ἢ ρεφάνου σπέρμα ἢ ὀπὸν σιλφίου ἢ Κυρηναικὸν ἢ σελίνου χυλόν, ἐν ὀξεί κεκραμένον ἑκάστον, ἢ λαγῶοῦ πτυίαν ἢ νεβροῦ ἢ ἐρίφου ἐν οἴνῳ ἢ ὀξυμέλιτι ἢ στακτὴν σὺν ἐλαίῳ, καὶ σπόγγους ἐξωθὲν ἐξ ἄλμης ἢ στακτῆς δοτέον θερμῆς. εἰ δὲ μὴ λύοιτο, τέμνειν τὸν περίνεον, ὡςπερ ἐπὶ τῶν λιθιόντων, καὶ κομισάμενον 15 τοὺς θρόμβους προσήκοντως θεραπεύειν.