Ancient Greek
262.1
Paulus, Epitomae Medicae Libri Septem 262.1
Unproofread scanNot analysed yet
ἐνδεέστερον ἢ μηδ’ ὅλως γινομένης ἀπαθοὺς μενούσης τῆς γαστρος, τὴν ἐκτικὴν ὑποληπτέον τοῦ ἡπατος ἀσθενεῖν δύναμιν, εἰ δὲ ὁμοία πλύματι κρεῶν νεοσφαγῶν, τὴν ἀλλοιωτικὴν τε καὶ αἱματο-ποιητικὴν προσαγορευομένην. ἀλλ’ εἰ μὲν διὰ θερμὴν ἀσθενεῖ δυσκρα-σίαν, τοῦ χρόνου προιοῦντος τρυγυδέστερον φέρεται καὶ δυσώδης πάνυ χολὴ κατακορῆς τῇ χροᾷ παχεῖα, ἥδη δὲ καὶ τῆς οὐσίας αὐτῆς συν-τηκομένης τοῦ ἡπατος ὅλον τε συντίκεται τὸ σῶμα καὶ πυρέσσουσι καὶ ἀνορεκτοῦσι καὶ χολὴν ἐμοῦσι. ψυχρὰς δὲ τῆς δυσκρασίας ὑπαρχού-σης οὔτε συνεχὲς ἐκκρίσεις οὔτε πολλαί γίνονται· χρονίζει γὰρ τὸ πάθος· καὶ δι’ ἡμερῶν τινων καταρρήσσει γαστὴρ ἀθροώτερον, ἧττον δὲ δυσώδης, καθάπερ ἰλὺν αἵματος παχεὸς ἐγγὺς τῇ μελαίνῃ χολῇ. καὶ πλεῖονα δὲ καὶ ποικίλα χρώματα τὴν ψυχρὰν δηλοῖ δυσκρασίαν, ὅ τε πυρετὸς αὐτοῖς ἀμυδρὸς φαίνεται καὶ τὸ πρόσωπον ἀσύμπτωτον, καὶ μᾶλλον ὀρέγονται τῶν σιτίων. τούτων δὲ τῶν δυσκρασιῶν ὁποία ἂν εἴη, τῆς μὲν ξηρᾶς αὐτῇ συμπλεκομένης ξηρότερα φαίνεται τὰ δια-χωρήματα καὶ ὀλιγώτερα, καὶ διψᾶσι μᾶλλον, τῆς δὲ ὑγρᾶς ὑγρότερα τε καὶ πλεῖονα, καὶ ἧττον εἰσι διψώδεις.